TLG 2592 003 :: Joannes PEDIASIMUS :: Scholia in Hesiodi scutum (scholia paraphrastica Pediasimi et exegesis Joannis Tzetzae) Joannes PEDIASIMUS Philol.
Rhet., Chartophylax
ὕπατος τῶν φιλοσόφων, vel Joannes Pothus Scholia in Hesiodi scutum (scholia paraphrastica Pediasimi et exegesis Joannis Tzetzae) Citation: Page — (line) | ||
609(t1) | ΤΟΥ ΥΠΑΤΟΥ ΤΩΝ ΦΙΛΟΣΟΦΩΝ | |
t2 | ΙΩΑΝΝΟΥ ΔΙΑΚΟΝΟΥ | |
---|---|---|
t3 | ΤΟΥ ΠΕΔΙΑΣΙΜΟΥ | |
t4 | ΣΧΟΛΙΑ ΠΑΡΑΦΡΑΣΤΙΚΑ | |
t5 | ΜΕΤΑ ΤΗΣ ΤΕΧΝΟΛΟΓΙΑΣ ΤΟΥ ΑΥΤΟΥ | |
t6 | ΚΑΙ | |
t7 | ΙΩΑΝΝΟΥ ΤΟΥ ΤΖΕΤΖΟΥ | |
t8 | ΕΣΗΓΗΣΙΣ | |
t9 | ΕΙΣ ΤΗΝ | |
t10 | ΤΟΥ ΗΣΙΟΔΟΥ ΑΣΠΙΔΑ. | |
1 | Η ΑΛΚΜΗΝΗ (φησὶν) ἡ μεγάλη καταλιποῦσα τὸν οἶκον αὐτῆς καὶ τὴν πατρίδα ἦλθεν εἰς τὸν Θηβαῖον Ἀμφιτρύωνα, ἥτις ἐνίκα πάσας τὰς γυναῖκας ἐν τῷ κάλλει καὶ τῇ φρονήσει, ἧς ἀπὸ τῆς κεφαλῆς καὶ ἀπὸ τῶν ὀφθαλμῶν τοιοῦτον ἀπέπνει, | |
5 | οἷον ἀπὸ τῆς θεᾶς Ἀφροδίτης. Οἵα, ἡ ὁποία καὶ ἡ μεγάλη, ὡς ἐνταῦθα· ὀξύνεται δὲ, ὅτι τὸ ά μακρόν ἐστι. Τὰ γὰρ εἰς ά θηλυκὰ τὰ ἀπὸ τῶν γενικῶν ἀρσενικῶν γινόμενα μακροκατα‐ ληκτοῦσι· θεῖος θείου θεία, οἷος οἵου οἵα· ὧρος ὁ χρόνος, ὥρου ὥρα, καί τ’ ἄλλα. Προλείπουσα δίφθογγον, ἐνεστὼς | |
10 | γάρ ἐστι· Προλιποῦσα δὲ, δί’ ι, δεύτερος γάρ ἐστιν ἀόριστος. Ἀρήϊος γίνεται ἀπὸ τοῦ ἄρης ἄρεος ἀρέϊος, καὶ τροπῇ τοῦ ε | |
εἰς η ἀρήϊος. Λαοσσόος, ἀπὸ τοῦ λαὸς καὶ σέω τὸ ὁρμῶ, | 609 | |
610 | τροπῇ τοῦ ε εἰς ο. Ἰστέον δὲ, ὅτι τοῦτο τὸ σέω τροπῇ Δωρι‐ κῇ τοῦ ε εἰς α σάω γίνεται, ἀφ’ οὗ καὶ ὁ σάος, καὶ ὁ σαώτε‐ ρος· ὡς τὸ, σαώτερος ὥς κε νέηαι. | |
5 | Ἀπὸ τοῦ σάος δὲ συναιρέσει τοῦ α ο εἰς ω μέγα σῶς γίνεται, καὶ σῶος ἔπειτα, διαλύσει τοῦ ω μεγάλου εἰς ω μέγα καὶ μι‐ κρόν. Ἐκαίνυτο, ἤγουν ἐκαινούργει καὶ ἐκόσμει· ἀπὸ τοῦ καίνυμι δὲ κανονίζεται. Ἀπὸ κρῆθεν, ἤγουν ἀπὸ τῆς κεφαλῆς· ἀπὸ γὰρ τοῦ κρὰς κρατὸς γίνεται κρᾶθεν, καὶ τροπῇ τοῦ ᾶ | |
10 | εἰς ῆ κρῆθεν. Κυάνεον ἐνταῦθα τὸ μέλαν, ἀλλαχοῦ δὲ τὸ ἠεράνεον. Χρὴ δὲ γινώσκειν, ὅτι τοῦ κυανοῦ ἐντελὲς τὸ κυά‐ νεον· ἐτυμολογεῖται δὲ ἀπὸ τοῦ κῦμα κυμάνεον, καὶ ἐκβολῇ τοῦ μ, κυάνεον. Τοιοῦτο γάρ τοι δοκεῖ τὸ κῦμα. Ἄητο, ἤγουν ἔπνεεν, ἀπὸ τοῦ ἄημι τὸ πνέω. Di. | |
15 | 1 Ἡ ΟΙΗ. Ἡ ὁποία, ἡ θαυμαστή. Ἐπὶ θαύματος δὲ εἴρηται τὸ οἵη, ἢ παρέλκεται. Tz. 2 ΗΛΥΘΕΝ. Ἦλθεν εἰς Θήβην, ἐπὶ τὸν πολεμικὸν Ἀμφιτρύωνα, κηρύττουσα τὸν ἑαυτῆς γάμον. Tz. 4 Ἡ ΡΑ ΓΥΝΑΙΚΩΝ. Ἥτις δὴ τὸ γένος τῶν θηλειῶν | |
20 | ἐνίκα τῷ κόσμῳ, ὑπὲρ πάσας τῷ κόσμῳ ἐκεκόσμητο. Tz. 7 ΤΗΣ ΚΑΙ ΑΠΟ ΚΡΗΘΕΝ. Ἧς τινος ἐκ τῆς κεφα‐ λῆς, καὶ τῶν μεμελανομένων βλεφάρων, τοιοῦτον ἔπνει, ἢ ἀπήνθητο καὶ ἐμύριζεν, ὁποῖον ἐστὶ τὸ ἆσθμα τῆς Ἀφρο‐ δίτης. Tz. | |
25 | 9 Ἡ ΔΕ ΚΑΙ ὩΣ. Οὕτως οὖσα λίαν καλή φησιν, ἐτίμα τὸν οἰκεῖον ἄνδρα, ὡς οὐδεμία ἄλλη τὸν ἴδιον. Di. Ibid. ΤΙΕΣΚΕΝ. Ἔχουσι συνήθειαν οἱ ποιηταὶ τὸ κʹ προστιθέναι τοῖς ῥήμασιν, ὡς τὸ ἔσκω, καὶ τιέσκω, καὶ τὰ τοιαῦτα. Ἀκοίτης ἀνὴρ, ἀπὸ τοῦ ά, ὃ δηλοῖ τὸ ὁμοῦ, καὶ | |
30 | τοῦ κοίτη, ἤγουν ὁμόκοιτος. Di. Ibid. Ἡ ΔΕ ΚΑΙ ὩΣ. Αὕτη δὲ οὕτως, ἢ ὁμοίως κατὰ τὴν ἰδίαν ψυχὴν ἐτίμα τὸν ἴδιον ἄνδρα, καθὰ οὐδέπω τις ἐκ τῶν θηλειῶν τὸν ἑαυτῆς ἐτίμησε σύνευνον. Tz. 10 ΘΗΛΥΤΕΡΑΩΝ. Θηλυτέρων ἦν, καὶ ἐπεκτάσει | |
35 | Αἰολικῇ γέγονε θηλυτεράων. Di. 11 Ὁ Ἀμφιτρύων ἀπέκτεινε τὸν πατέρα τῆς Ἀλκμήνης | |
Ἠλεκτρυῶνα. Ἔῤῥιψε γὰρ ξύλον κατὰ βοὺς, καὶ τῆς μὲν | 610 | |
611 | ἀπέτυχε, τὸν δὲ ἐθανάτωσε· καταλείψας δὲ τὴν πατρίδα αὐ‐ τοῦ Τίρυνθον ἦλθεν εἰς τὰς Θήβας, ἔνθα κατῴκει μετὰ τῆς οἰ‐ κείας γυναικὸς χωρὶς συνουσίας. Ὅρκον γὰρ ἐποίησε μὴ πρό‐ τερον συγγενέσθαι τῇ Ἀλκμήνῃ, πρὶν ἐκδικῆσαι τὸν φόνον | |
5 | τῶν ἀδελφῶν αὐτῆς, ὃν ἐποίησαν οἱ Τάφιοι ἐπιστρατεύσαν‐ τες εἰς Μυκήνας. Τάφιος υἱὸς Ποσειδῶνος καὶ Ἱπποθόης τῆς θυγατριδῆς Πέλο‐ πος, κατ’ ἀνάγκην τινὰ τὰς Μυκήνας λιπὼν τὴν οἰκείαν πατρί‐ δα, τῆλε ἔβη, ἤγουν ἐν ταῖς Ἐχινάσι νήσοις, καὶ ἀπὸ τοῦ οἰ‐ | |
10 | κείου ὀνόματος καὶ τοῦ συμβεβηκότος ἐκείνῳ τοὺς ὑπ’ αὐτὸν Ταφίους καὶ Τηλεβόας ἐκάλεσεν. Ὕστερον δὲ χρόνοις συχνοῖς ὑπέστρεψεν εἰς Μυκήνας καὶ τὸν Ἠλεκτρυῶνα, οὗ θυγάτηρ ἦν ἡ Ἀλκμήνη, τὴν βασιλείαν ἀπαιτεῖ· ὁ δὲ οὐ δίδωσι, καὶ κτείνει Τάφιος τοὺς Ἠλεκτρυῶνος υἱοὺς, τῶν οἰκείων ποιμ‐ | |
15 | νίων ὑπεραγωνιζομένους. Μεταπέμπεται Ἠλεκτρυὼν εἰς βοή‐ θειαν Ἀμφιτρύωνα, καὶ τὴν Ἀλκμήνην τούτῳ κατεγγυᾷ. Κτεί‐ νει Ἀμφιτρύων κατά τινα τύχην Ἠλεκτρυῶνα, ἄκων, κατὰ βοὸς ῥίψας ξύλον· καὶ φεύγει εἰς Θήβας μετὰ Ἀλκμήνης, οὐ πρὶν μιγεὶς ταύτῃ, πρὶν εἰς τέλος ἀφανίσαι Ταφίους δίκην | |
20 | δόντας τῶν φόνων τῶν τῆς Ἀλκμήνης ἀδελφῶν. Μίγνυται δὲ τῇ Ἀλκμήνῃ Ζεὺς ἡμέρας τρεῖς, ἔπειτα καὶ ὁ Ἀμφιτρύων τῆς νίκης ὑποστρέφων. Καὶ γεννῶνται τῇ Ἀλκμήνῃ δίδυμοι παῖ‐ δες, ἐκ μὲν Διὸς Ἡρακλῆς, ἐκ δὲ Ἀμφιτρύωνος Ἰφικλῆς. Di. Ibid. Η ΜΗΝ. Ἀντὶ τοῦ ναὶ μήν. Ἐσθλὸς ὁ ἀγαθὸς, | |
25 | ἀπὸ τοῦ ἐθέλω· πάντες γὰρ τὸ ἀγαθὸν ἐθέλομεν, καὶ τούτου ἐφιέμεθα. Αἰδοίη, ἡ αἰδέσιμος καὶ αἰδοῖος· γίνεται δὲ ἀπὸ τοῦ αἰδὼς αἰδόος, καὶ πλεονασμῷ τοῦ ί αἰδοῖος. Di. Ibid. Η ΜΗΝ ΟΙ. Ὄντως μὲν αὐτῆς τὸν ἀγαθὸν πατέρα ἐν δυνάμει φονεύσας, μετὰ ἰσχύος ἀπέκτεινεν. Οὗτος μὲν | |
30 | ὁ Ἀμφιτρύων τὸν πατέρα τῆς Ἀλκμήνης ἄκων ἀπέκτεινεν ἐλ‐ θόντα εἰς φιλονεικίαν ἕνεκα βοῶν. ΑΛΛΩΣ. Ἄκων ἀνεῖλε τὸν πατέρα καὶ τοὺς παῖδας, ἐν τῇ ἐναντίᾳ ἑστῶτας παρατά‐ ξει. Πλεονεκτούμενος δὲ ὁ Ἀμφιτρύων ὑπὸ Ἠλεκτρύωνος τοῦ ἀδελφοῦ εἰς τὴν ἰδίαν κτῆσιν, ἀναιρεῖ αὐτόν. Tz. | |
35 | 12 ΧΩΣΑΜΕΝΟΣ ΠΕΡΙ ΒΟΥΣΙ. Περὶ τῶν κτημά‐ των ὀργισθεὶς, εἰς γενικὴν ἀναλύεται. Tz. | |
13 ΕΣ ΘΗΒΑΣ. Ἐς τὰς Θήβας προσέφυγεν, ἐπὶ τοὺς | 611 | |
612 | πολεμικοὺς Καδμείους, ἢ ἐπὶ τοὺς ἔχοντας μεγάλας ἀσπί‐ δας. Tz. 14 ΕΝΘ’ Ὁ ΓΕ. Ἐκεῖσε κατῴκει σὺν τῇ αἰδοῦς ἀξίᾳ γυ‐ ναικὶ, μὴ συγγενόμενος αὐτῇ· οὐ γὰρ αὐτῷ ἦν ἐξόν. Τοῦτο | |
5 | γὰρ ἔδοξε τῇ γυναικὶ, μὴ πρίν τινα συγγενέσθαι αὐτῇ, πρὶν τιμωρῆσαι τοὺς φονέας τῶν ἀδελφῶν αὐτῆς, καῦσαι δὲ καὶ τὰς κώμας αὐτῶν. Tz. 15 ΗΕΝ. Ἔω τὸ ὑπάρχω, καὶ ὁ δεύτερος ἀόριστος, ἦον, ἦες, ἦεν. Di. | |
10 | 17 ΚΑΣΙΓΝΗΤΩΝ ΜΕΓΑΘΥΜΩΝ. Τούτοις γὰρ συμμαχήσας ἀνεῖλε τοὺς Ἠλεκτρύωνος παῖδας, καὶ αὐτὸν Ἠλε‐ κτρύωνα· ἕνεκα γὰρ βοῶν ἡ μάχη. Tz. 19 ΑΝΔΡΩΝ ἩΡΩΩΝ ΤΑΦΙΩΝ. Τῶν ἡμιθέων. Τάφιοι μὲν γὰρ ἐκ τῆς νήσου λέγονται. Τηλεβόαι δὲ ἐκ τοῦ | |
15 | τῆλε βοᾷν· μεγαλόφωνοι γάρ. Ἢ ὅτι ἀπέστησαν πόῤῥω τὰς βοῦς, ἀπελαύνοντες τῶν ἀνθρώπων. Tz. 20 ΜΑΡΤΥΡΟΙ. Ἡ εὐθεῖα ὁ μάρτυρος, γέγονε δὲ ἀπὸ τῆς μάρτυρος γενικῆς· οὕτω καὶ ἀπὸ τῆς ἀερσιπότητος γενικῆς, ὥς φησι Τζέτζης, ἡ ἀερσιπότητος εὐθεῖα. Di. | |
20 | 21 ΤΩΝ Ὁ Γ’ ΟΠΙΖΕΤΟ. Τούτων τῶν θεῶν ἐφοβεῖτο τὴν ὀργὴν, ἢ ὅτι φροντίδα εἶχε, καὶ ἐπιστροφὴν πρὸς ταῦτα | |
πολλήν. Tz. | 612 | |
613 | 22 Ὁ ΟΙ ΔΙΟΘΕΝ. Ὅπερ παρὰ τοῦ Διὸς ἐτεθέσπιστο, καὶ ἐνενομοθέτητο. Tz. 23 Σὺν τούτῳ, φησὶ, τῷ Ἀμφιτρύωνι ἠκολούθησαν καὶ οἱ Θηβαῖοι, καὶ οἱ Λοκροὶ, καὶ οἱ Φωκεῖς, ὀρεγόμενοι πολε‐ | |
5 | μῆσαι· ἦν δὲ στρατηγὸς εἰς αὐτοὺς ὁ Ἀμφιτρύων ὁ υἱὸς τοῦ Ἀλκαίου. Di. Ibid. ΤΩι Δ’ ἉΜΑ. Τούτῳ ἅμα ἠκολούθουν εἰς συμ‐ μαχίαν οἱ Βοιωτοί. Tz. Ibid. ΙΕΜΕΝΟΙ. Ἤγουν πορευόμενοι· παρὰ τὸ ἴημι | |
10 | τὸ πορεύομαι. Γίνεται δὲ ἀπὸ πρωτοτύπου τοῦ ἴω· ἀφ’ οὗ τὸ ἴσαν. Ἔστι δὲ καὶ εἴω διφθογγογραφούμενον· ἀφ’ οὗ καὶ τὸ εἶμι τὸ πορεύομαι. Τοῦτο μὲν οὖν τὸ ἴημι ψιλοῦται· τὸ δὲ ἵημι, ὃ σημαίνει τὸ πέμπω, δασύνεται· ἀφ’ οὗ δηλαδὴ γί‐ νεται καὶ ὁ ἱὸς τὸ βέλος καὶ τὸ ἰόν. Di. | |
15 | Ibid. ΠΟΛΕΜΟΙΟ. Ἤγουν πολέμου· ἡνίκα δὲ διαλυ‐ θῶσιν αἱ γενικαὶ, διφθογγίζονται· ἀνθρώπου ἀνθρώποιο, θεοῦ θεοῖο· διὰ τόνδε τὸν λόγον ἡ οῦ δίφθογγος πολλάκις κιρ‐ νᾶται ἀπὸ τῶν δύο οό· οἷον, πλόος πλοῦς· λοιπὸν, ἡνίκα δέῃ, διαλύεται εἰς ταῦτα, ὡς ἐνταῦθα τὸ, ἀνθρώπου, εἰς τὸ | |
20 | ἀνθρώποιο· γίνεται οὖν τοῦ ἀνθρώπου διαλυθὲν ἀνθρώποο· ἀλλ’ ἔστι κανὼν ὁ λέγων, ὅτι ἐν ταῖς διαλελυμέναις γενικαῖς ἡνίκα συστέλλεται ἡ λήγουσα, ἐκτείνεται ἡ παραλήγουσα· ἡνί‐ κα δὲ ἐκτείνεται ἡ λήγουσα, συστέλλεται ἡ παραλήγουσα· οἷον κοχλίεω, καὶ κοχλίαο, τοῦ μὲν κοχλίεω, ἡ λήγουσα ἐκτείνεται, | |
25 | καὶ συστέλλεται ἐξ ἀνάγκης ἡ παραλήγουσα· τοῦ δὲ κοχλίαο, ἐπειδὴ ἡ λήγουσα συνεστάλη, διὰ τοῦτο δὴ καὶ ἡ παραλήγου‐ σα ἐξετάθη. Ἐπεὶ οὖν τοῦ ἀνθρώπου ἡ λήγουσα συνεστάλη, ἐκινδύνευε δὲ συστέλλεσθαι καὶ ἡ παραλήγουσα, τούτου χά‐ ριν ἐπλεόνασε τὸ ί, ἵν’ ἐκταθῇ ἡ παραλήγουσα, τῆς ληγούσης | |
30 | συστελλομένης. D1. 24 ὙΠΕΡ ΣΑΚΕΩΝ ΠΝΕΙΟΝΤΕΣ. Πολεμικοί. Ὡς, μένεα πνείοντες Ἀχαιοί. Οὐ κρύπτοντες τὴν ὄψιν, ἀλλ’ ἄντικρυς μαχόμενοι, ἢ μείζο‐ να τὸν θυμὸν τῶν ὅπλων ἔχοντες. Tz. | |
35 | 25 ΛΟΚΡΟΙ. Ὁ Ὅμηρος τοὐναντίον εἶπεν· | |
Οὐ γάρ σφι σταδίῃ ὑσμίνῃ μίμνε φίλον κῆρ. Tz. | 613 | |
614 | 26 ἙΣΠΟΝΤ’. Ἠκολούθουν. Προηγεῖτο δὲ τούτων ὁ τοῦ Ἀλκαίου πλατὺς υἱὸς Ἀμφιτρύων, γαυριῶν, καὶ ἐπαι‐ ρόμενος. Tz. 27 Ὁ Ζεὺς (φησὶν) ἄλλην ἐβουλεύετο βουλὴν, ἵνα καὶ | |
5 | θεοῖς καὶ ἀνθρώποις γεννήσῃ βοηθὸν, καὶ γὰρ κατὰ τὸν μῦ‐ θον παθητοὶ καὶ οἱ θεοὶ τῶν Ἑλλήνων καὶ βοηθείας δεόμε‐ νοι. Di. Ibid. ΚΥΔΙΟΩΝ. Σημείωσαι, ὅτι τὰ διὰ τοῦ οων. εἰ ἔχουσι τὴν πρὸ τοῦ ο συλλαβὴν βραχεῖαν, συστέλλονται· εἰ | |
10 | δὲ μακρὰν, ἐκτείνονται. Di. Ibid. ΠΑΤΗΡ Δ’ ΑΝΔΡΩΝ. Οὗτος μὲν ταῦτα ἐνεθυ‐ μεῖτο· ὁ δὲ Ζεὺς ἄλλο ἐβούλετο. Ἰδὼν γὰρ τὰς τῶν ἀνθρώ‐ πων κακίας πληθυνθείσας, ἠθέλησεν ἐξ Ἀλκμήνης γεννῆσαι υἱὸν, τὸν δυνάμενον τιμωρήσασθαι τοὺς κακοὺς, καὶ ἀπαλλά‐ | |
15 | ξαι τοὺς ἄνδρας τῆς βλάβης καὶ τοὺς θεούς. Βοηθοῦνται γὰρ σωφρονιζόμενοι, ἑνὸς ἀδίκου ἀποκτεινομένου. Tz. 29 ΑΛΦΗΣΤΗΣ. Ὁ ἐφευρετὴς κατὰ Τζέτζην οἱουδή‐ ποτε πράγματος· τάχα δὲ ἀλφηστὴς ἐνταῦθα λέγεται ὁ διανοη‐ τικὸς, ἀπὸ τοῦ ἀλφῶ τὸ ἐφευρίσκω καὶ διανοοῦμαι. Ἀρὰ ἡ | |
20 | κατάρα, καὶ ἡ βλάβη, ὡς ἐνταῦθα. Di. 30 Ταύτην (φησὶν) ἔχων τὴν βουλὴν καὶ ἐπιθυμῶν συγ‐ γενέσθαι τῇ Ἀλκμήνῃ ὥρμησεν ἀπὸ τοῦ οὐρανοῦ, καὶ συντόμως κατέλαβε τὸ Τυφώνιον ὄρος· ὅθεν ἦλθεν εἰς τὸ ὑψηλὸν ὄρος Θηβῶν τὸ Φίκιον ἀπὸ τῆς Σφιγγὸς οὕτω καλούμενον, ἔνθα | |
25 | καθίσας ἐβουλεύετο τί ἔχει ποιῆσαι. Di. Ibid. ΩΡΤΟ. Ὄῤῥω τὸ διεγείρω, ὁ μέλλων ὀρῶ, ὁ παρα‐ κείμενος ὦρκα, ὁ παθητικὸς ὦρμαι, ὁ ὑπερσυντέλικος ὤρμην, ὦρσο, ὦρτο. Εἰ δέ τισι φίλον, κανονιζέσθω καὶ ἀπὸ τοῦ ὤρουτο κατὰ συγκοπὴν, καὶ ἀπὸ τοῦ ὤρμητο δὲ ὡσαύτως. Di. | |
30 | 32 ἹΞΕ. Κανόνισον, ἥκω τὸ ἔρχομαι, καὶ τὸ παθητι‐ κὸν ἵκομαι, καὶ ὁ παρατατικὸς ἱκόμην ἵκου ἵκετο, καὶ κατὰ | |
συγκοπὴν, ἷκε, καὶ προσθέσει Αἰολικῇ τοῦ σʹ, ἷξε. Di. | 614 | |
615 | Ibid. ΕΝΝΥΧΙΟΣ. Ἵνα μὴ ἐλεγχθῇ μοιχευθεῖσα. Τα‐ χέως δὲ κατέλαβε τὸ Τυφαόνιον ὄρος τῆς Βοιωτίας, διὰ τὸ Τυφῶνι ἐπικεῖσθαι. Ἐκεῖθε δὲ πάλιν ἐπέβη τὸ ἄκρον τοῦ Φικίου. Ἔστι δὲ ὄρος τῆς Βοιωτίας. Ὠνομάσθη δὲ ἐκ τῆς | |
5 | Σφιγγὸς, ἣν Φίκα ἐκάλουν οἱ Βοιωτοί. ΑΛΛΩΣ. Φίκιον ὄνομα ὄρους ἐν Φρυγίᾳ, ἔνθα κεραυνοὶ γίνονται. Ἔνθα δὲ πάλιν εἰς ἄλλο ὄρος ὄνομα Φίκιον. Θηβαίων δὲ, ὅθεν καὶ Φίξ. Tz. 33 ΜΗΤΙΕΤΑ. Ἤγουν μητιέτης, τὴν κλητικὴν ἀντὶ | |
10 | εὐθείας· ἔστι δὲ τὸ πάθος Δρυόπων καὶ Αἰολέων. Di. 34 ΜΗΔΕΤΟ. Κατὰ ἀφαίρεσιν τοῦ έ, ἤγουν ἐβου‐ λεύετο· ἔστι δὲ χρόνου παθητικοῦ. Di. 35 Ἐν αὐτῇ (φησι) τῇ καὶ ὁ Ζεὺς ἐμίγη τῇ Ἀλκμήνῃ καὶ ὁ Ἀμφιτρύων. Ὑποστρέψας γὰρ ἐκ τοῦ πολέμου οὐκ ἐπὶ μισ‐ | |
15 | θίους καὶ ποιμένας ἀπῆλθεν, ἐπισκεψόμενος τὰ ἴδια θρέμμα‐ τα, ἀλλ’ ὥρμησεν ἐπὶ τῷ μιγῆναι τῇ Ἀλκμήνῃ. Τοιοῦτος γὰρ πόθος εἶχεν αὐτόν. Ὥσπερ δέ φησι τὶς ἄνθρωπος ἀσπα‐ σίως ἐκφεύγοι νόσον, ἢ δεσμόν τινα, οὕτως καὶ ὁ Ἀμφιτρύων ἐκπληρώσας τὸ μέγα τοῦ πολέμου ἔργον μετὰ χαρᾶς ἦλθεν | |
20 | εἰς τὸν ἴδιον οἶκον, καὶ δι’ ὅλης τῆς νυκτὸς συνέκειτο τῇ Ἀλκμήνῃ, συγγενόμενος αὐτῇ. Ἐνταῦθα καταχρηστικῶς εἴρη‐ ται τὸ πολυχρύσου Ἀφροδίτης· ἣν γὰρ ἔφη πρότερον εἴδει καὶ μεγέθει πάσας γυναῖκας πλεονεκτεῖν, πῶς νῦν ταύτην κοσμεῖ‐ σθαι ἢ καλλύνεσθαι τῷ χρυσῷ λέγει; χρυσῆν γὰρ Ἀφροδίτην | |
25 | φαμὲν τὴν τοῦ χρυσοῦ κάλλυνσιν καὶ τὸν ἔρωτα· ταύτην δὲ αὐτοσχέδιον. Ἐέλδωρ λέγεται τὸ ἐπιθύμημα, ἀπὸ τοῦ ἐθέλω ἐθέλωρ· καὶ κατὰ μετάθεσιν τῶν στοιχείων ἐέλθωρ, καὶ τροπῇ τοῦ δασέος θʹ εἰς τὸ μέσον δʹ, ἐέλδωρ. Τινὲς δὲ καὶ ἀπὸ τοῦ ἕλω τὸ προκρίνω αὐτὸ παράγουσι, ψιλοῦσθαι δὲ ἰσχυρίζονται. | |
30 | Ἐπλεόνασε γὰρ τὸ δʹ. Ἀγροιώτης, ὁ ἐν τῷ ἀγρῷ διατρίβων· καὶ γίνεται ἀπὸ τοῦ ἀγροῦ, ἀγροώτης, καὶ πλεονασμῷ τοῦ ί, ἀγροιώτης. Di. Ibid. ΑΥΤΗι ΜΕΝ ΓΑΡ ΝΥΚΤΙ. Ἐν αὐτῇ δὲ τῇ νυκτὶ ἐβουλεύσατο, καὶ συνεγίνετο τῇ Ἀλκμήνῃ, ἵνα μὴ ἐλεγχθῇ | |
35 | μοιχευθεῖσα. Tz. | 615 |
616 | 37 ΑΥΤΗι Δ’ ΑΜΦΙΤΡΥΩΝ. Ἐν ταύτῃ δὲ καὶ ὁ ἀνὴρ αὐτῆς παραγίνεται. Tz. 40 ΩΡΤ’ ΙΕΝΑΙ. Ὁμηρικός ἐστιν ὁ ζῆλος· ἐκεῖνος γὰρ συνεχῶς “βῆ δ’ ἰέναι” καὶ “ὦρτ’ ἰέναι” φησίν· ὅθεν παρακε‐ | |
5 | κίνηται καὶ Ἡσίοδος. Λαμβάνεται γοῦν καὶ ὧδε κἀκεῖ τὸ ὦρτο καὶ τὸ βῆ, ἀντὶ τοῦ ὥρμητο καὶ παρεκινήθη. Di. 48 Ἡ Ἀλκμήνη (φησὶ) συγγενομένη τῷ Διῒ καὶ τῷ Ἀμφι‐ τρύωνι ἐν Θήβαις διδύμους ἔτεκε παῖδας, οὐχ ὁμόφρονας, ἀδελφοὺς δὲ, τὸν μὲν χειρότερον, τὸν Ἰφικλέα δηλαδή· τὸν | |
10 | δὲ κατὰ πολὺ κρείττονα, λέγω δὴ τὸν Ἡρακλέα. Ἀλλὰ τὸν μὲν Ἡρακλέα, φησὶ, συγγενομένη τῷ Διΐ· τὸν δὲ Ἰφικλέα συγγενομένη τῷ Ἀμφιτρύωνι ἔτεκεν. Τρεῖς εἰσὶ Θῆβαι. Αἱ ἑπτάπυλοι πρὸ τῆς Πελοποννήσου, ἃς Κάδμος ἔκτισεν. Αἱ ἑκατοντάπυλοι ἐν Αἰγύπτῳ, ἐξ ὧν καὶ Ὅμηρος. Καὶ αἱ Ὑπο‐ | |
15 | πλάκιοι, ὅ ἐστι τὸ Ἀτραμύτιον, ἣ καὶ Θήβη ἑνικῶς λέγεται. Πρότερον εἰπὼν ἀρσενικῶς ἐπέφερε βίην Ἡρακληείην θηλυκῶς, πρὸς τὸ σημαινόμενον τὸν λόγον συμβιβάζων. Di. 50 ΗΣΤΗΝ. Τὸ θέμα, εἰμὶ τὸ ὑπάρχω, καὶ ὁ παρατα‐ τικὸς, ἦν, τὸ τρίτον τῶν δυϊκῶν ἤτην, καὶ πλεονασμῷ τοῦ σʹ, | |
20 | ἤστην. Ὅτι οὐ λέγομεν ὥσπερ χείρω καὶ χείρονα καὶ χειρότε‐ ρον, οὕτω δὴ καὶ μειζότερον καὶ καλλιώτερον καὶ κρειττότερον, ἀλλὰ μόνον χειρότερον. Καὶ τοῦτο δὲ ποιηταῖς μόνοις ἁρμό‐ διον, ὡς καὶ τὸ χειροτέρην γενεὴν, ὅ φησιν Ἡσίοδος εἰς τὰ ἔργα καὶ τὰς ἡμέρας. Μιγεῖσα. Μίγω, ὁ μέλλων μίξω, ὁ | |
25 | ἀόριστος ἔμιξα, ὁ δεύτερος ἔμιγον· ὁ παθητικὸς, ἐμίγην, ἡ με‐ τοχὴ ὁ μιγεὶς, ἡ μιγεῖσα. Di. 55 ΚΕΚΡΙΜΕΝΗΝ ΓΕΝΕΗΝ. Διακεχωρισμένην γενεάν. Ὁ μὲν ἐκ Διὸς θεοῦ, ὁ δὲ ἐξ Ἄρεως. Ἄρης Ἄρητος Ἀρητιάδης. Tz. | |
30 | 57 Οὗτος ὁ Ἡρακλῆς φησὶν, ἐφόνευσε καὶ τὸν Κύκνον τὸν υἱὸν τοῦ Ἄρεος, διότι κατασχὼν τὸν ναὸν τοῦ Ἀπόλλωνος ἐσύλα τὰ ἐκεῖ προσφερόμενα. Εὗρε δὲ αὐτὸν τὸν Κύκνον ὁ Ἡρακλῆς καὶ τὸν πατέρα αὐτοῦ Ἄρην (υἱὸς γὰρ τοῦ Ἄρεος ὁ Κύκνος) ἱσταμένους ἐν τῷ ναῷ τοῦ Ἀπόλλωνος ἐν δίφροις, | |
35 | καὶ λαμπομένους ἐν τεύχεσι. Τὴν ὑποκειμένην δὲ γῆν ἐκτύ‐ | |
πουν οἱ ἵπποι κόπτοντες ταύτην ἐν ταῖς ὁπλαῖς· κόνις δὲ ἠγεί‐ | 616 | |
617 | ρετο κινουμένη ὑπὸ τῶν ἁρμάτων καὶ τῶν ἵππων· καὶ ἀμφὶ σφὲ καὶ αὐτοὺς κατὰ ἀναστροφὴν τῆς προθέσεως, λέγω δὴ τὸν Ἄρην, καὶ τὸν Κύκνον, δεδῄει, καὶ ἐσκορπίζετο. Κινουμένων δὲ τῶν ἵππων, ἦχον ἀπετέλουν αἱ τῶν δίφρων ἅμαξαι καὶ αἱ | |
5 | ἄντυγες, ἤγουν αἱ περιφέρειαι τῶν δίφρων. Di. Ibid. ΕΠΕΦΝΕ. Φένω τὸ φονεύω. Ὁ μέλλων φενῶ. Ὁ παρακείμενος πέφαγκα, ὁ μέσος πέφονα. Καὶ ἐκ τούτου ἕτερον ῥῆμα πεφόνω καὶ πέφνω κατὰ συγκοπήν. Di. Ibid. ΑΡΗΤΙΑΔΗΝ. Ἐντεῦθεν δῆλον ὡς εὕρηται καὶ | |
10 | Ἄρητος, οὗ καὶ πατρωνυμικὸν ὁ Ἀρητιάδης. Di. Ibid. ὉΣ ΚΑΙ ΚΥΚΝΟΝ ΕΠΕΦΝΕΝ. Ἡ δὲ αἰτία τῆς ἐπὶ Κύκνον στρατείας, διὰ τὸ τοὺς ἄγοντας εἰς τὴν Πυθὼ δε‐ κάδας ἐπὶ χειρὶ συλλαβεῖν, σκέψιν ἔχων τὴν εἰς τὴν Τραχῖνα πρὸς τὸν βασιλέα Κήϋκα ἄφιξιν· ὃν ἀνελὼν αὖθις τὸν Ἄρεα | |
15 | ὑπερασπίζοντα τοῦ υἱοῦ τιτρώσκει πρὸς τὸν μηρόν. Tz. 58 ἙΚΗΒΟΛΟΣ. Ἀπὸ τοῦ ἑκὰς, ὃ σημαίνει τὸ μακρὰν, καὶ τοῦ βάλλω. Ἀρετὴ γὰρ τόξου τὸ πόῤῥω βάλλειν· ἑκατη‐ βόλος δὲ ἀπὸ τοῦ ἑκατὸν καὶ τοῦ βέλος. Μυθεύονται γὰρ ὅτι ἑκατὸν βέλεσι τὸν δράκοντα τὸν ἐν Πυθοῖ ἀνεῖλεν. Di. | |
20 | 59 ΑΤΟΣ. Ὁ ἀκόρεστος, ἀπὸ τοῦ ά ἐπιτατικοῦ καὶ τοῦ τῶ, τὸ ζητῶ. Πολλὰ γὰρ ζητοῦσιν οἱ ἀκόρεστοι. Δεδήει, ἀντὶ τοῦ ἐμερίζετο. Κανονίζεται δὲ οὕτως· δαίω τὸ μερίζω, ὁ μέλλων δαίσω, ὁ παρακείμενος δέδαικα, ὁ μέσος δέδαια, καὶ δέδῃα, κατὰ τροπὴν τοῦ ά εἰς ή, ὁ ὑπερσυντέλικος ἐδεδῄειν | |
25 | ἐδεδῄεις ἐδεδῄει. Di. 65 Ὁ Κύκνος δὲ (φησὶν) ἔχαιρεν ἐλπίζων φονεῦσαι τὸν Ἡρακλέα, καὶ ἀφελέσθαι αὐτὸν τὰ ὅπλα· ὡσαύτως καὶ τὸν ἡνίοχον αὐτοῦ Ἰόλαον· ἀλλὰ τῶν εὐχῶν αὐτοῦ, ἢ τῶν δεήσεων, | |
ἢ τῶν καυχημάτων (ἔστι γὰρ εὐχὴ καὶ ἡ καύχησις) οὐκ ἤκουεν | 617 | |
618 | ὁ Ἀπόλλων· αὐτὸς γὰρ ὁ Ἀπόλλων παρεκίνησε τὸν Ἡρακλέα κατὰ τοῦ Κύκνου· διότι, ὡς εἴρηται, ἐσύλα τὰ ἐν τῷ ναῷ προσφερόμενα· πᾶν δὲ τὸ ἄλσος, ἤγουν ὁ περίχωρος τοῦ ναοῦ (ἦσαν γὰρ ὡς ἐπιτοπλεῖστον οἱ τοιοῦτοι περίχωροι κατάφυτοι | |
5 | καὶ ἀλσώδεις) σὺν τῷ περιχώρῳ δὲ καὶ αὐτὸς ὁ ναὸς τοῦ Ἀπόλ‐ λωνος κατελάμπετο ὑπὸ τῶν ὅπλων τοῦ Ἄρεος, καὶ τῆς στιλβη‐ δόνος τῆς ἐκπεμπομένης ἀπ’ αὐτοῦ τοῦ Ἄρεος. Τὶς δ’ ἂν θνη‐ τὸς ἄνθρωπος ἐτόλμησεν ἐκείνῳ πλησιάσαι, πλὴν τοῦ Ἡρακλέ‐ ους καὶ τοῦ Ἰολάου, ἐκείνων γὰρ ἡ ἰσχὺς μεγάλη, καὶ αἱ χεῖρες | |
10 | ἀνάλογοι πρὸς τὴν τῆς ψυχῆς καρτερίαν καὶ ῥωμαλεότητα. Καλῶς πρόσκειται τὸ ἐπὶ στιβαροῖς μέλεσι· χρὴ γὰρ τοὺς χεῖ‐ ρας μεγάλας ἔχοντας, καὶ τὴν ὁλομέλειαν τοῦ σώματος ἀνάλο‐ γον ἔχειν ταῖς χερσί· μέλος δὲ καὶ μέρος διαφέρει, καθ’ ὃ τὸ μὲν μέλος ἐπὶ τῶν μειόνων λέγεται· τὸ δὲ μέρος ἐπὶ τῶν μει‐ | |
15 | ζόνων· καὶ τὸ μὲν μέλος μόνον ἐπὶ σαρκῶν, τὸ δὲ μέρος καὶ ἐπὶ ἑτέρων. Di. 68 ΕΥΧΩΛΗ. Τὸ χῶ ω μέγα, ἀπὸ τοῦ εὔχω, τὰ ἀπὸ ἐνεστώτων ἢ μελλόντων. Di. 69 ΕΠΩΡΣΕΝ. Ὄῤῥω, ὁ μέλλων ὄρσω Αἰολικῶς, ὁ | |
20 | ἀόριστος ὦρσα, τὸ τρίτον ὦρσεν. Ἰστέον, ὅτι οἱ Δωριεῖς καὶ τοὺς βαρυτόνους μέλλοντας περισπῶσιν· οἷον δωσῶ, τυψῶ, τὸ δώσω καὶ τύψω. Οἱ δὲ Αἰολεῖς καὶ τοὺς περισπωμένους βαρύνουσιν· οἷον, σπέρσω καὶ ὄρσω, καὶ κέρσω, καὶ ἔρσω, τὸ σπερῶ, καὶ ὀρῶ, καὶ καρῶ, καὶ ἐρῶ, ἤγουν φθερῶ. Di. | |
25 | 70 ΠΑΓΑΣΑΙΟΥ. Παγασαῖος ὁ Ἀπόλλων ὁ ἐν Παγα‐ σαῖς τόπῳ τιμώμενος. Di. Ibid. ΠΑΓΑΣΑΙΟΥ. Πάγασος, πόλις τῆς Θετταλίας· τό‐ πος ὠνομασμένος παρὰ τὸ ἐκεῖ τὴν Ἀργὼ πεπῆχθαι. Ἡρακλεί‐ δης δὲ ὁ Ποντικὸς ἐν τῷ περὶ Χρηστηρίων τὸν ἐν Παγασαῖς | |
30 | Ἀπόλλωνα ὑπὸ Τροφωνίου ἱδρῦσθαί φησι. Tz. 73 ΕΤΛΗ. Τλάω τλῶ, καὶ ἐκ τούτου ῥῆμα εἰς μι τλῆμι, ὁ δεύτερος ἀόριστος ἔτλην, καὶ ἔτλη τὸ τρίτον. Ἡ βία σημαί‐ νει καὶ τὴν δυναστείαν, καὶ τὴν ἰσχὺν ἐνταῦθα. Di. 76 ΕΠΕΦΥΚΟΝ. Ἀπὸ τοῦ φύω φύσω πέφυκα, γίνεται | |
35 | ἕτερος ἐνεστὼς πεφύκω, καὶ ὁ παρατατικὸς ἐπέφυκον. Di. | |
77 Τότε δὲ (φησὶν) ὁ Ἡρακλῆς πρὸς τὸν Ἰόλαον εἶπεν· | 618 | |
619 | ὦ Ἰόλαε, ἀληθῶς ἥμαρτεν εἰς θεοὺς ὁ πατήρ μου Ἀμφιτρύων, ὅτε φυγὰς ἦλθεν εἰς Θήβας καταλιπὼν τὴν ἰδίαν πατρίδα τὴν Τίρυνθον. Ἐφόνευσε γὰρ τὸν πενθερὸν αὐτοῦ Ἠλεκτρυῶνα ἕνεκα τῶν βοῶν. Ἔῤῥιψε γὰρ, ὡς εἴρηται, ῥάβδον κατὰ βοὸς, | |
5 | καὶ τῆς μὲν ἀπέτυχεν, ἀπέκτεινε δὲ τὸν ἴδιον πενθερόν· ἦλθε δὲ εἰς τὸν Κρέοντα τὸν βασιλέα Θηβῶν, καὶ τὴν γυναῖκα ἐκεί‐ νου τὴν Ἡνιόχην, οἵ τινες ἀπεδέξαντο καὶ ἠγάπησαν αὐτὸν, ὡς ἔστι νόμος ποιεῖν τοῖς ἱκέταις· πλέον δὲ ἠγάπων αὐτὸν ἐκ ψυ‐ χῆς, ὡς ἄξιον ἀγάπης, ἢ διὰ τὸν νόμον. Ὅτι κραταιὸς μὲν λέ‐ | |
10 | γεται ὁ ἰσχυρὸς εἰς ἐξουσίαν, ἤγουν ὁ βασιλεὺς, καὶ γίνεται ἀπὸ τοῦ κρὰς ἡ κεφαλή· κρατερὸς δὲ ὁ ἰσχυρὸς ἐν ἀνδρείᾳ, οἱονεὶ κραδερὸς ὤν. Ἀπὸ τοῦ κραδία, ὁ εὐκάρδιος καὶ ἀν‐ δρεῖος, ἢ ἀπὸ τοῦ κείρω τὸ κόπτω, οὗ τὸ τρίτον πρόσωπον τοῦ παθητικοῦ παρακειμένου κέκαρται, καὶ ἐκ τούτου κάρτος, | |
15 | καὶ κράτος, καὶ κρατερὸς, οἱονεὶ ὁ ἰσχύων κείρειν καὶ κόπτειν. Di. 79 Η ΤΙ ΜΕΓ’ ΑΘΑΝΑΤΟΥΣ. Τί οὖν (φησὶν) ἥμαρ‐ τεν εἰς τοὺς θεοὺς ὁ Ἀμφιτρύων, ὅτε φυγὰς ἐκ Τίρυνθος, εἰς Θήβας ἦλθεν διὰ τὸν Ἠλεκτρύωνος φόνον; Ἄκων δὲ αὐτὸν ἐφόνευσε πατέρα τῆς Ἀλκμήνης πατὴρ Ἡρακλέως καὶ Ἰφίκλου. | |
20 | Ἰόλαος υἱὸς Ἰφίκλου· Ἴφικλος δὲ υἱὸς Ἀμφιτρύωνος, καὶ ἀδελ‐ φὸς Ἡρακλέους. Ἀνεψιὸς οὖν Ἰόλαος Ἡρακλέους. Tz. 80 ΗΛΙΤΕΝ. Ἀόριστός ἐστι δεύτερος, ἀπὸ τοῦ ἀλείτω τὸ ἁμαρτάνω. Τὸ δὲ ἀλείτω γίνεται ἀπὸ τοῦ ἀλεύω τὸ ἐκφεύ‐ γω, ἵν’ ᾖ ἀλεύτω καὶ ἀλείτω. Ἡ γὰρ ἁμαρτία ἔργα τελεῖ φυ‐ | |
25 | γῆς ἄξια. Στέφος γίνεται ἀπὸ τοῦ στέφω τὸ ὑπισχνοῦμαι, καὶ τοῦ ἴφι, ὃ σημαίνει τὸ ἰσχυρῶς· τὸ γὰρ στέφος ὑπόσχεσις τῶν ἀγώνων ἰσχυρά. Ἐξ οὗ κατὰ παραγωγὴν στέφανος. Di. 86 Ἀλλ’ ὁ μὲν πατήρ μου (φησὶν) ἔζη ἐκεῖ μετὰ τῆς γυναι‐ κός· προϊόντος δὲ τοῦ χρόνου ἐγεννήθημεν καὶ ἡμεῖς, ἐγὼ καὶ | |
30 | ὁ σὸς πατὴρ, πλὴν οὔτε κατὰ τὴν σωματικὴν ῥώμην ὅμοιοι, οὔτε κατὰ τὴν γνῶσιν. Τοῦ σοῦ μὲν γὰρ πατρὸς Ἰφικλέους τὴν γνῶσιν ἀφείλετο ὁ Ζεὺς, καὶ ἐμώρανεν αὐτὸν, διότι κατέ‐ λιπε τὸν ἴδιον οἶκον, καὶ ἀπῆλθε δουλεύειν Εὐρυσθεῖ τῷ βασι‐ λεῖ Πελοποννήσου, ἀλλ’ ἴσως πολλὰ μετεμελήθη ὕστερον ἀνω‐ | |
35 | φελῶς· ἐμοὶ δὲ ὁ θεὸς Ἀπόλλων ἐκέλευσε φονεῦσαι τὸν Κύκ‐ νον. Ἀλλὰ σὺ κράτει τὰ χαλινὰ τῶν ἵππων, καὶ μὴ δειλιάσῃς τὸν Ἄρην, ὃς νῦν μαίνεται ὑπὸ θυμοῦ, καὶ τῆς περὶ τὴν μάχην | |
ὁρμῆς· κορέννυται γὰρ πολέμου καίπερ ἀνδρεῖος ὤν. Φασὶν | 619 | |
620 | ὅτι ὅτε ἦν ἐννεαμηνιαῖος ὁ Ἡρακλῆς ἐν τῇ Ἀλκμήνῃ, ἔτυχε τὸν Εὐρυσθέα ἑπταμηνιαῖον εἶναι ἐν τῇ Ἀρχίππῃ· ὤμοσεν οὖν ὁ Ζεὺς ἐκεῖνον ἄρξαι τοῦ ἑτέρου, τὸν γεννησόμενον κατ’ ἐκείνην τὴν ἡμέραν, ὡς τοῦ Ἡρακλέους μέλλοντος γεννᾶσθαι. Ἀλλ’ ἡ | |
5 | Ἥρα ζηλοτυποῦσα πρὸς τὴν Ἀλκμήνην ἐποίησε τὸν μὲν Εὐρυ‐ σθέα ἑπταμηνιαῖον γεννηθῆναι, τὸν δὲ Ἡρακλέα δεκαμηνιαῖον, ὡς μαρτυρεῖ καὶ Θεόκριτος. Φησὶ γὰρ Ἡρακλέα δεκάμηνον ἐόντα γείνατο μήτηρ. Ἦρξε γοῦν διὰ τὸν ὅρκον Εὐρυσθεὺς τοῦ Ἡρακλέους. Τὸ ἰθὺς ἔχειν, ἀντὶ τοῦ ἐπ’ εὐθείας ἔχε καὶ | |
10 | κράτει· λαμβάνεται γὰρ τὸ μὲν ἰθὺς ὄνομα ἀντὶ ἐπιῤῥήματος, τὸ δὲ ἔχειν ἀπαρέμφατον ἀντὶ προστακτικοῦ τοῦ ἔχε. Ζητοῦσι διὰ τίνα λόγον ὁ Ἄρης καὶ ὡς τὰ ἰαμβικὰ κλίνεται, ὡς ἔχων τὴν παραλήγουσαν βραχεῖαν παρὰ τῷ Ὁμήρῳ, οἷον Ἄρητος ὡς λέβητος. Καὶ πάλιν ὡς τὰ σπονδιακὰ, οἷον Ἄρου, ὡς | |
15 | Πέρσου. Καὶ πάλιν ἁπλοῦν ὂν, διὰ τί ὡς τὰ σύνθετα κλίνεται, οἷον Ἄρεος καὶ Ἄρους ὡς Δημοσθένεος καὶ Δημοσθένους; φα‐ μὲν οὖν ὅτι τοῦτο συνέβη ἀπὸ τῶν διαφόρων ἐτυμολογιῶν· εἰ μὲν γὰρ ἀπὸ τοῦ ἐπιτατικοῦ ά, καὶ τοῦ ῥῶ τὸ λέγω ἐτυμο‐ λογεῖται, ἔστι τὸ ά ἤγουν ἡ παραλήγουσα μακρὰ, καὶ κλίνεται | |
20 | Ἄρης Ἄρου ὡς τὰ σπονδιακά· εἰ δὲ ἀπὸ τοῦ ά στερητικοῦ καὶ τοῦ ῥῶ τὸ λέγω, οὐδὲ γὰρ δέεται ὁ πόλεμος λόγων, ἔστι τὸ ά βραχὺ, καὶ κλίνεται Ἄρης Ἄρητος ὡς τὰ ἰαμβικά. Πάλιν τινὲς λέγουσι αὐτὸ εἶναι ἁπλοῦν, ὡς ἀπὸ τοῦ αἰρῶ τὸ φονεύω γινό‐ μενον· τινὲς δὲ σύνθετον, ὡς ἀπὸ τοῦ ά μορίου καὶ τοῦ ῥῶ. | |
25 | Λοιπὸν ὡς μὲν ἁπλοῦν δέχεται ἐκείνας τὰς κλίσεις· ὡς δὲ σύν‐ θετον κλίνεται καὶ Ἄρεος, Ἄρους, ὡς Δημοσθένους. Ἔστι δὲ καὶ ἑτέρα εὐθεῖα ἡ Ἄρευς, καὶ κλίνεται τοῦ Ἄρεος καὶ Ἄριος Αἰολικῶς, καὶ Βοιωτικῶς, καὶ Ἄρηος Ἰωνικῶς, καὶ Ἄρεως Ἀττικῶς. Di. | |
30 | 89 ΤΟΥ ΜΕΝ ΦΡΕΝΑΣ. Τοῦ Ἰφίκλου, τοῦ πατέρος | 620 |
621 | Ἰολάου· ἐπεὶ ἀπολιπὼν τῷ Εὐρυσθεῖ τὸν ἑαυτοῦ οἶκον, ἀπε‐ χώρησε· μετὰ δὲ ταῦτα μετεμελήθη, τοῦ μὲν κακῶς πράξαντος, τοῦ δὲ νομισθέντος ἀξίου διὰ τὴν πρᾶξιν. Tz. 91 ΑΛΙΤΗΜΕΝΟΝ ΕΥΡΥΣΘΗΑ. Διὰ τὸ πρὸ καιροῦ | |
5 | τεχθῆναι. Τῆς γὰρ Ἥρας ζηλοτυπούσης Ἀλκμήνην, καὶ μὴ χωρησάσης τότε τὸν Ἡρακλέα τεχθῆναι, τὸν δὲ Εὐρυσθέα ἐασάσης διὰ τὸ βασιλεῦσαι. Καὶ γὰρ ὀμόσας ὑπῆρχεν ὁ Ζεὺς τοῖς θεοῖς τάδε· ὁ τικτόμενος, φησὶ, τήμερον, ἄρξει τῆς Ἀσίας πάσης. Ὅρκον δὲ περὶ τούτου λαβοῦσα παρὰ τοῦ Διὸς ἡ | |
10 | Ἥρα, τὰς μὲν Ἀλκμήνης ὠδῖνας ἔπαυσε, τῆς δὲ Ἀρχίππης λέλυκε· καὶ ἑπτὰ μηνῶν αὐτῆς ἐχούσης, Εὐρυσθέα τεκεῖν ἠναγ‐ κάσθη. Tz. 99 ΚΕΚΛΗΓΩΣ. Κλήγω τὸ θέμα ἢ κλάζω, ὁ μέσος πα‐ ρακείμενος κέκληγα καὶ κέκλαγα. Di. | |
15 | 101 ΑΑΤΑΙ. Ἤγουν κορέννυται· ἄημι γὰρ τὸ ἐκπνέω, καὶ τὸ παθητικὸν ἄαμαι, ἄασαι, ἄαται. Di. 102 Πρὸς τὸν Ἡρακλέα δὲ (φησὶν) ἀπελογήσατο ὁ Ἰό‐ λαος· ὦ θεῖε, ὄντως ὁ Ζεὺς τιμᾷ σὲ καὶ ὁ Ποσειδῶν, ὃς φυ‐ λάσσει τὰς Θήβας, ὥσπερ καὶ νῦν ἔφερον τὸν Κύκνον εἰς τὰς | |
20 | σὰς χεῖρας, ἵνα φονεύσας τοῦτον δοξασθῇς· ἀλλ’ ἄγε, φησὶν, ὁπλίσθητι, ἵνα συμπλακῶμεν εἰς μάχην μετὰ τοῦ Κύκνου· ἐπεὶ οὔτε σὺ ἔχεις φοβηθῆναι ἐκεῖνον, οὔτε ἐγώ· ἀλλ’ ὑπολαμβάνω φυγεῖν ἐκεῖνον ἀφ’ ἡμῶν, οἵ τινες πλέον τῆς τροφῆς ἀγαπῶ‐ μεν τὸν πόλεμον. Ἐννοσίγαιος Ποσειδῶν, ἀπὸ τοῦ ἔνοσις ἡ | |
25 | κίνησις, καὶ τοῦ γῆ· ἵν’ ᾖ ἐνοσίγαιος ὁ τὴν γῆν κινῶν· οἱ γὰρ φυσικοὶ ἀπὸ τῶν ὑδάτων γίνεσθαι τοὺς σεισμοὺς φασί. Πλεο‐ νάζει δὲ τὸ ἕτερον νʹ, διὰ τὸ μέτρον, Αἰολικῶς. Di. 104 ΚΑΙ ΤΑΥΡΕΟΣ ΕΝΝΟΣΙΓΑΙΟΣ. Ἤγουν διὰ τὸν τῶν κυμάτων ἦχον, ὡς ταῦροι γὰρ μυκῶνται· ἢ ὅτι ταυ‐ | |
30 | ρόκρανός ἐστιν· ἢ ὅτι Ταύρειος Ποσειδὼν ἐν πόλει Βοιωτίας, διὰ τὸ ταύρους θύεσθαι αὐτῷ, καὶ μάλιστα ἐν Ὀγχηστῷ. Διὰ τοῦτο καὶ ταυροκράνους τοὺς ποταμούς. Ἀπὸ οὖν τοῦ θυ‐ σίας ταύρων ἐπιτελεῖν τῷ Ποσειδῶνι, ταύρειος ἐκλήθη Βοι‐ ωτικῶς. Tz. | |
35 | 107 ΑΡΗΑΙ. Κανόνισον, αἴρω τὸ ἐπαίρω, ὁ μέλλων | 621 |
622 | ἀρῶ, ὁ ἀόριστος ἦρα, ὁ μέσος ἠράμην, καὶ τὸ ὑποτακτικὸν ἐὰν ἄρωμαι, τὸ τρίτον ἐὰν ἄρηται, καὶ ἐξ αὐτοῦ τὸ δεύτερον πρόσωπον ἄρηαι, ἀποβολῇ τοῦ τʹ. Di. 114 ΦΥΛΟΠΙΔΑ ΣΤΗΣΕΙΝ. Πόλεμος καὶ φύλοπις | |
5 | τὸ αὐτό· ἅτινα τῆς εὐωχίας τὰ προφιλέστατά ἐστιν. ΑΛΛΩΣ. Ἡμῖν κατὰ πολὺ κρείττονά εἰσι τῆς εὐωχίας τὰ τοῦ πολέμου ἔργα, φησὶ, καὶ τὰ τῆς μάχης πολὺ ἡδύτερα αὐτῆς εἰσὶν εὐ‐ ωχίας. Tz. 115 Ταῦτα (φησὶν) εἰπόντος τοῦ Ἰολάου, ἐχάρη ὁ Ἡρα‐ | |
10 | κλῆς· φρονίμως γὰρ ἀπελογήσατο ὁ ἀνεψιὸς αὐτοῦ, καὶ εἶπεν Ἡρακλῆς· οὐ μακρὰν ἡ μάχη Ἰόλαε· σὺ δὲ ὥσπερ καὶ πρότε‐ ρον ἦσθα ἔμπειρος πολέμου καὶ ἡνιόχεις καλῶς, οὕτω καὶ νῦν φρόντισον ἡνιοστροφεῖν τοὺς ἵππους καὶ βοηθεῖν καθόσον δύ‐ νασαι. Ὀρείχαλκος τὸ λευκὸν χάλκωμα· ἐν ὄρεσι γὰρ εὑρίσ‐ | |
15 | κεται. Ἄλλοι δέ φασιν, ὧν καὶ Φιλόπονος, ὀρείχαλκον εἶναι ὕλην τινὰ μεταλλικὴν τιμιωτέραν χαλκοῦ, ἣ νῦν οὐχ εὑρίσκε‐ ται· ὥσπερ δὲ ἀνατιθέαμεν τὴν τεκτονικὴν καὶ ὑφαντικὴν τῇ Ἀθηνᾷ, οὕτω καὶ τὴν ὁπλοποιητικὴν τῷ Ἡφαίστῳ. Di. 119 ὙΣΜΙΝΗ. Ἡ μάχη, καὶ γίνεται κατὰ τὸν Θεσσαλονί‐ | |
20 | κης ἀπὸ τοῦ ὑπομίμνειν, ἵν’ ᾖ ὑπομίμνη, καὶ ὑσμίνη. Ὑπομέ‐ νει γὰρ καὶ ὑφίσταται ἡ μάχη τὸν πόλεμον τῶν ἀνδρῶν. Di. Ibid. ΗΣΘΑ. Κανόνισον· εἰμὶ τὸ ὑπάρχω, καὶ ὁ παρα‐ τατικὸς ἦν, τὸ δεύτερον ἦς, καὶ ἐπεκτάσει τῆς θα συλλαβῆς ἦσθα. Di. | |
25 | 120 ΑΡΕΙΟΝΑ. Τὸ συγκριτικὸν ἔλαβεν ἀντὶ θηλυκοῦ, καὶ ἐν ἄλλοις δὲ πλείοσιν ἔθος τοιοῦτον τῷ Ἡσιόδῳ· τὸ ο δὲ γράφεται μικρὸν πρὸς τὴν ἀναλογίαν τῶν συγκριτικῶν· ταῦτα γὰρ πάντα καθὸ τριγενῆ συστέλλονται. Di. Ibid. ΑΡΕΙΟΝΑ ΚΥΑΝΟΧΑΙΤΗΝ. Ἀρείων ἵππος, ὃν | |
30 | ἔλαβεν ὕστερον Ἄδραστος. Ὅμηρος· | 622 |
623 | Οὐκ εἴ κεν μετόπισθεν Ἀρείονα δῖον ἐλαύνοι, Ἀδράστου ταχὺν ἵππον. Οὗτος καὶ Ἀρκίθοος, ὅτε ἐγεννᾶτο ὁ Ἡρακλῆς, τῷ Ἀρείονί φασι ἵππῳ κεχρῆσθαι, ᾧ ἐποχούμενος Ἄδραστος ἐν ταῖς Θή‐ | |
5 | βαις ἐξέφυγεν. Ἀρείων, ἵππος Ἡρακλέους. Tz. 122 Ταῦτα εἰπὼν (φησὶν) ὁ Ἡρακλῆς, κνημῖδας μὲν λευκοῦ χαλκοῦ, ἔθηκεν εἰς τὰς κνήμας αὐτοῦ. Εἶτα θώρακα ἐνεδύθη χρυσοῦν, δῶρον τῆς Ἀθηνᾶς. Θῆκε δὲ καὶ εἰς τοὺς ὤμους αὐτοῦ σωσάνιον, καὶ τοξοθήκην ἐκρέμασεν εἰς τὰ στήθη αὐ‐ | |
10 | τοῦ, ἣν καὶ εἰς τὸ ὄπισθεν μέρος περιέτρεψεν· εἶχον δὲ τὰ βέλη ἔμπροσθεν μὲν θάνατον, ἤτοι τὰς ἀκμὰς τῶν ξιφῶν τὰς θανα‐ τηφόρους· τὴν δὲ μέσην ξεστὴν, διότι τὸ μέσον τοῦ βέλους ξύλον ἐστὶ ξεστόν· ὄπισθεν δὲ ἐκαλύπτοντο ἐν πτεροῖς ἀετοῦ· ἔλαβε δὲ καὶ ἐν ταῖς χερσὶν αὐτοῦ κοντάριον μετὰ ξίφους· ἐπέ‐ | |
15 | θηκε δὲ τῇ κεφαλῇ αὐτοῦ περικεφαλαίαν ποικίλην ἀδάμαντι σιδήρῳ ἐπὶ τῇ κεφαλῇ αὐτοῦ ἁρμόζουσαν. Ἀδάμαντα ἐνταῦθα οὐ λέγει τὸν λίθον, ἀλλὰ τὸν σίδηρον· καὶ γὰρ καὶ ὁ σίδηρος, εἰ καὶ μὴ λίαν ἀτέραμνος, ἀλλ’ οὖν δυσμάλακτος καὶ δυσδά‐ μαστος· εἴθισται δὲ τοῖς ποιηταῖς καὶ τῇ ἄλλῃ γραφῇ τὸ ά | |
20 | στερητικὸν ἀντὶ τοῦ δὺς λαμβάνειν. Διὸ ἄβατον ὁδὸν τὴν δύσβατον λέγομεν, καὶ ἀπέρατον θάλασσαν τὴν δυσπέρατον. Di. Ibid. ΟΡΕΙΧΑΛΚΟΙΟ ΦΑΕΙΝΟΥ. Ὀρείχαλκος εἶδος ὕλης, οὕτω καλουμένης· ἥ τις νῦν οὐχ εὑρίσκεται. Ἄλλοι δὲ | |
25 | λέγουσιν, ὅτι χύμευσις ἐστὶ χαλκοῦ τοῦ νῦν εὑρισκομένου. Οὐ γὰρ σκευασίᾳ τινὶ γίνεται ὁ χαλκὸς λευκὸς, φύσει πυῤῥὸς ὤν, Tz. 128 ΑΡΗΣ. Ἤγουν βλάβης· ἐξ Ὁμήρου δὲ παραπεποίην‐ ται σχεδὸν πάντες οἱ στίχοι. Ἀρὰ δὲ σημαίνει τρία, τὴν | |
30 | κατάραν, τὴν εὐχὴν, καὶ τὴν βλάβην. Di. | 623 |
624 | Ibid. ΑΛΚΤΗΡΑ. Ἤγουν ἀποσοβητὴν, ἀπὸ τοῦ ἀλκῶ τὸ βοηθῶ. Φαρέτρα λέγεται τὸ ὀϊστοδόχον ὅπλον, ἐν ᾧ δηλα‐ δὴ βάλλονται τὰ βέλη. Λέγεται δὲ οὕτω φαρέτρα, παρὰ τὸ φέρειν τὰ τρῶσαι δυνάμενα. Γωρυτὸς δὲ καλεῖται τὸ ὅπλον, | |
5 | ἐν ᾧ ἐμβάλλεται τὸ τόξον, ἀπὸ τοῦ γῶ τὸ χωρῶ, καὶ τοῦ ῥυ‐ τὸν τὸ ἑλκυστὸν, τὸ χωροῦν δηλαδὴ τὸ ἑλκυστὸν, ἤγουν τὸ τό‐ ξον. Ὀϊστὸς ἐτυμολογεῖται ἀπὸ τοῦ οἴω τὸ κομίζω κατὰ διάλυ‐ σιν, ὥσπερ καὶ ἰὸς τὸ αὐτὸ, ἀπὸ τοῦ ἵημι τὸ πέμπω. Di. 131 ΛΑΘΙΦΘΟΓΓΟΙΟ ΔΟΤΗΡΕΣ. Ἐπιλανθάνονται | |
10 | οἱ θνήσκοντες τῆς φθογγῆς, τουτέστι τοῦ λέγειν. ΜΥΡΟΝ. Ἔῤῥεον δὲ καὶ ἔσταζον καὶ δάκρυσι μῦρον, ἀντὶ τοῦ μύρεσθαι ἐποίουν τοὺς τῶν ἀναιρεθέντων οἰκείους, ὡς κεχρισμένων τῶν βελῶν ὄντων θανασίμῳ φαρμάκῳ. Ἢ καθότι οἱ τυπτόμε‐ νοι εὐθέως ἐτελεύτων, καὶ πάντες ὑπὸ τῶν συγγενῶν ἐδακρύ‐ | |
15 | οντο. Tz. 134 ΜΟΡΦΝΟΣ. Ὁ ἀετὸς, λέγεται δὲ καὶ τριόρχης, καὶ ὀφθαλμίας, καὶ φλεγύας, καὶ ἄλλα μυρία ὀνόματα. Ἰστέον, ὅτι ἡ τοῦ Ἡρακλέους αὕτη ἀσπὶς, ἣν ἐκφράζει Ἡσίοδος, τὴν οἰκουμένην ἅπασαν εἰκονίζει, καὶ τὰ ἐν αὐτῇ συμ‐ | |
20 | βαίνοντα περιέχει· μάχας φημὶ καὶ πανηγύρεις, καὶ χοροὺς, καὶ ἀγῶνας, καὶ πολέμους, καὶ πορθήσεις πόλεων, καὶ τῶν τεθνεώτων θρήνους. Πρὸς δὲ τούτοις ἄλλους μὲν ἀροῦντας, ἄλλους δὲ θερίζοντας καὶ εἰς τὴν ἅλω τοὺς ἀστάχεις κομίζον‐ τας· ἑτέρους δὲ κόπτοντας βότρυας καὶ πρὸς ληνὸν ἀποκομί‐ | |
25 | ζοντας. Ἴδοις δ’ ἐν αὐτῇ καὶ κυνηγέτας καὶ κύνας λαγὼς διώ‐ κοντας, καὶ ἵππους ἅμιλλαν δρόμου πεποιημένους, καὶ νέους ὀρχουμένους τε καὶ ᾄδοντας πρὸς αὐλὸν, καὶ πολλὰ τοιαῦθ’ ἕτερα· ἐπὶ δὲ τούτοις στεφάνου δίκην περιῤῥέοντα τὸν Ὠκεα‐ νὸν, καὶ πᾶσαν περικυκλοῦντα τὴν οἰκουμένην, καὶ κύκνους | |
30 | ἐν τούτῳ ᾄδοντας· καὶ θαυμάσεις οἶμαι τόν τε τὴν ἀσπίδα κατασκευάσαντα Ἥφαιστον, καὶ τὸν ταύτην ἐκφράσαντα ποιη‐ τήν. Θαυμαστὸν γὰρ ἑκάτερον ἡ τῆς ἀσπίδος ἀπέδειξε ταύτης κατασκευή. Di. Ibid. ΜΟΡΦΝΟΙΟ ΦΛΕΓΥΑΟ. Ἐπτερωμένοι ἦσαν μέ‐ | |
35 | λανος ἀετοῦ φλεγύου, ἐκ τοῦ φλέγειν καὶ λαμπρὸν εἶναι· οἱ | |
δὲ ὄρνεον εἶναι παραπλήσιον γυπί. Tz. | 624 | |
625 | 137 ΑΔΑΜΑΝΤΟΣ ΕΠΙ ΚΡΟΤΑΦΟΙΣ. Ἐξ ἀδάμαν‐ τος κατεσκευασμένην. Ὁ γὰρ ἀδάμας λίθος ἐστὶν ἀδάμαστος. Tz. 139 Ἐν ταῖς χερσὶ δὲ (φησὶν) ἔλαβε σάκος παμποίκιλον, | |
5 | ὅπερ οὐδεὶς ἀνθιστάμενος βαλὼν ἔθραυσε, θαυμαστόν· ὅλον γὰρ κύκλῳ λαμπρὸν ἦν ἐν γύψῳ καὶ ἐλέφαντος ὀστέοις καὶ λευκῷ χαλκῷ καὶ χρυσίῳ. Συρμάδες δὲ μέλανος διὰ μέσου τοῦ χαλκοῦ ἐγγεγραμμέναι ἦσαν, ἐν τῷ μέσῳ δὲ τῆς ἀσπίδος ἦν ἐζωγραφισμένος δράκων, εἰς τοὐπίσω βλέπων ἐν ὀφθαλμοῖς | |
10 | πυρωποῖς· οὗ δράκοντος τὸ μὲν στόμα εἶχε λευκοὺς ὀδόντας φοβεροὺς, ἐπάνω δὲ τοῦ προσώπου τοῦ δράκοντος ἐπέτετο ἡ χαλεπὴ ἔρις, ἤγουν ἡ μάχη, ὥσπερ τὶς θεὰ, παρορμῶσα καὶ ἐρεθίζουσα τοὺς ἄνδρας εἰς πόλεμον. Ἥ τις μάχη καὶ τὴν γνῶ‐ σιν ἀφῄρει τῶν ἐναντιουμένων τῷ Ἡρακλεῖ· τοῦτο δέ φησιν ὁ | |
15 | ποιητὴς, ὡς ἀφρόνων ὄντων τῶν ἀντιμαχομένων τῷ Ἡρακλεῖ ἀνδρειοτάτῳ ὄντι. Ὧν, τῶν ἐναντιουμένων δηλαδὴ τῷ Ἡρα‐ κλεῖ, αἱ ψυχαὶ μὲν εἰς τὸν ᾅδην περαιοῦνται, τὰ ὀστᾶ δὲ αὐ‐ τῶν, σαπέντων τῶν δερμάτων, κἀκεῖνα σήπεται ἐν τῇ γῇ ἕνε‐ κεν τοῦ ἡλίου τοῦ ξηραντικοῦ. Παναίολον, ἤγουν ποικίλον. | |
20 | Λέγεται δὲ αἰόλον τὸ ποικίλον, ἀπὸ Αἰόλου τινὸς γραφομένου τῷ ποιητῇ, ποικίλου τὴν φρόνησιν, καὶ ἀπαρομίλου τὴν σύνε‐ σιν. Τίτανος, ἡ ἄσβεστος· ἐνταῦθα δὲ τὸν γύψον λέγει, ὃν καλοῦμεν σκίῤῥον. Ἐλέφας ἐνταῦθα, καὶ παρὰ τῷ ποιητῇ, τὸ τοῦ ἐλέφαντος ὀστοῦν λέγεται. Ἤλεκτρος καταχρηστικῶς | |
25 | ἐνταῦθα ὁ χρυσολαμπὴς χαλκὸς, διὰ τὸ λαμπρόν. Di. 142 ΚΥΚΛΩι ΤΙΤΑΝΩι. Τινὲς μὲν γύψον μετὰ λευ‐ κοῦ ὠοῦ. Ἐπάνω δὲ τοῦ γύψον, ἤλεκτρος ἦν καὶ χρυσὸς ἡ | |
λεγομένη μαρμάρῳ καὶ κονίᾳ. Tz. | 625 | |
626 | 143 ΗΛΗΛΑΝΤΟ. Κανόνισον· ἐλάω, ἐλῶ, τὸ ἐλαύνω· ὁ μέλλων ἐλάσω, ὁ παρακείμενος ἤλακα, ὁ παθητικὸς ἤλαμαι, ὁ ὑπερσυντέλικος ἠλάμην, τὸ τρίτον τῶν πληθυντικῶν ἤλαντο, καὶ Ἀττικῶς ἠλήλαντο, καὶ ὤφειλεν εἶναι ἐλήλαντο, ἀλλὰ τὰ | |
5 | Ἀττικὰ τὰ ἀπὸ βραχέος ἀρχόμενα ἐν τῷ παρακειμένῳ, χρονικῶς μεγεθύνονται ἐν τῷ ὑπερσυντελίκῳ. Δράκων, ἀπὸ τοῦ δέρκω ἔδαρκον, δάρκων καὶ δράκων. Ὥσπερ ἀρνὸς ἀρνειὸς, οὕτω καὶ φατὸς φατειός. Di. 144 ΕΝ ΜΕΣΣΩι ΔΕ ΔΡΑΚΟΝΤΟΣ. Σωματοποιεῖ | |
10 | τὸν φόβον ἐνταῦθα, ὡς ἂν ἐν τῷ μέσῳ ἐξ ἀδάμαντος ἦν, οὐδα‐ μῶς δυναμένου ῥηχθῆναι. Tz. Ibid. ΟΥΤΙ ΦΑΤΕΙΩΝ. Φοβερῶν, ἀῤῥήτων, μὴ δυνα‐ μένων λεχθῆναι, διὰ τὸ ἐκπληκτικόν, Ἐνταῦθα δὲ τὸ φατειῶν, οὐκ ἐπὶ φοβερῶν καὶ ἀῤῥήτων, ἀλλ’ ἐπὶ θαύματος. Tz. | |
15 | 146 ΠΛΗΤΟ. Τὸ θέμα, πλῆμι, τοῦτο δὲ ἐκ τοῦ πλῶ τὸ πληρῶ, καὶ τὸ παθητικὸν πλῆμαι, καὶ ὁ παρατατικὸς ἐπλήμην, ἔπλησο, ἔπλητο, καὶ ἀφαιρέσει τοῦ έ πλῆτο. Βλοσυρὸν ἀπὸ τοῦ βάλλειν καὶ τιτρώσκειν τοῖς ὄσσοις καὶ τοῖς ὀφθαλμοῖς. Di. | |
20 | 150 ΥΠ. Ἡ εὐθεῖα ὁ ὗϊς, τοῦ ὕϊος καὶ υἷος, τῷ υἵϊι καὶ υἷι. Di. 151 ΑΙΔΟΣ. Ἡ εὐθεῖα, ὁ ἄϊς· ἐτυμολογεῖται δὲ ἀπὸ τοῦ ά στερητικοῦ μορίου, καὶ τοῦ εἴδω εἴσω, τὸ βλέπω. Ἵν’ ᾖ ἄϊς τόπος σκοτεινὸς, εἰς ὃν οὐδεὶς δύναται βλέπειν. Καὶ ὤφειλεν | |
25 | εἶναι ἄεις διὰ τοῦ εις διφθόγγου, ἀλλ’ ὥσπερ ὁ νῆϊς, ὁ γινό‐ μενος ἀπὸ τοῦ νή στερητικοῦ μορίου καὶ τοῦ εἴδω εἴσω τὸ γι‐ νώσκω, ἰωταγραφεῖται, οὕτω καὶ τοῦτο. Di. 154 Ἐν τούτοις (φησὶν) ἦν καὶ προδίωξις, καὶ ὀπισθο‐ δίωξις, ὥς τινες θεαὶ ἐξωγραφημέναι· καὶ γὰρ οἱ πόλεμοι ποτὲ | |
30 | μὲν διώκουσι, καὶ καλεῖται τοῦτο προΐωξις· ποτὲ δὲ διώκον‐ ται, καὶ καλεῖται τοῦτο παλίωξις· προσωποποιεῖ δὲ τὰ πράγ‐ ματα κατὰ νόμον ποιητικόν. Ἦν δὲ ἐν τῇ ἀσπίδι καὶ Θόρυβος καὶ Φόνος, καὶ ἐδεδήει καὶ ἐμάχετο (ἀπὸ τοῦ δαίω τὸ κόπτω) ἡ ἀνδροκτασία, ἤγουν ὁ τῶν ἀνδρῶν φόνος. Σὺν τούτοις ἦν | |
35 | ἐζωγραφημένη καὶ ἡ Ἔρις καὶ ὁ Θόρυβος, καὶ ἡ Κὴρ, ἤγουν ἡ θανατηφόρος θεὰ, ἄλλον μὲν ἔχουσα νεότρωτον, ἄλλον ἄτρω‐ τον, ἄλλον δέ τινα εἷλκεν ἐκ τῶν ποδῶν θανόντα ἐν τῷ πολέμῳ. | |
Ἐφόρει δὲ ἱμάτιον βεβαμμένον ἐξ αἵματος, χαλεπῶς καὶ ἀγρίως | 626 | |
627 | βλέπουσα, καὶ γαυριῶσα ἐν καναχῇ καὶ κτύπῳ. Ἐν τούτοις, φησὶν, ἐξωγραφοῦντο καὶ ὄφεων κεφαλαὶ δώδεκα, αἳ δὴ ἐφό‐ βουν τοὺς ἀνθρώπους τοὺς ἐναντιουμένους τῷ Ἡρακλεῖ. Ὧν καὶ ἀπὸ τῶν ὀδόντων ἀπετελεῖτο κτύπος ὁπότε ἐμάχετο Ἡρα‐ | |
5 | κλῆς μετά τινος. Τάδε θαυματὰ καὶ θαυμαστὰ ἔργα δαίετο, ἤγουν μεμερισμένα ἦσαν, καὶ οὐ συγκεχυμένα. Θαυματὸν δὲ τὸ θαυμαστὸν διὰ τὸ μέτρον. Καὶ Πίνδαρος· ἦν θαυματὰ πολλά. Ὥσπερ δὲ στιγμαὶ ἦσαν ἐπάνω τῶν ῥάχεων τῶν δρακόντων· | |
10 | κατάστικτοι γὰρ καὶ ποικίλοι οἱ ὄφεις. Τὰ δὲ γένεια τῶν δρα‐ κόντων, ἤγουν ὁ περὶ τὸ στόμα καὶ τὰς σιαγόνας τόπος μέλας ἦν. Κυδοιμὸς ἀπὸ τοῦ κύειν οἴδματα καὶ ταραχάς. Κὴρ ἐπὶ μὲν θανάτου ὀξύνεται, ὥσπερ καὶ ἡ χείρ· γίνεται δὲ ἀπὸ τοῦ χειρῶ τὸ στερίσκω, χὴρ καὶ κήρ· κῆρ δὲ ἡ ψυχὴ οὐδετέρως πε‐ | |
15 | ρισπᾶται. Ἔστι γὰρ κέαρ καὶ ἐν συναιρέσει κῆρ· γίνεται δὲ ἀπὸ τοῦ καίω τὸ φλογίζω, καὶ ψιλογραφεῖται. Di. 158 ΤΕΘΝΗΩΤΑ. Ὅτι ὁ κανὼν μεγεθύνει τὸ ώ. Κατὰ γὰρ τὰ εἰς ως ὀνόματα καὶ αὐτὰ μεγεθύνονται, οἷον γέλως, ἥρως. Di. | |
20 | 168 Ἐν τούτοις (φησὶν) ἦσαν ἐν τῇ ἀσπίδι καὶ ἀγρίων χοίρων ἀγέλαι καὶ λεόντων ἐμβλεπόντων εἰς ἀλλήλους καὶ θυ‐ μουμένων, καὶ ὁρμωμένων κατ’ ἀλλήλων· ὧν καὶ εὐτάκτως ἐπορεύοντο αἱ ἀγέλαι· οὐκ ἐδειλίων δὲ οὔτε οἱ κάπροι, οὔτε οἱ λέοντες. Ἔφρισσον δὲ, ἤγουν ἐκύρτουν τοὺς τραχήλους, διὰ | |
25 | θυμόν· ἤδη γὰρ ἐπῆλθε τοῖς κάπροις μέγας λέων. Δύο δὲ κά‐ προι περὶ αὐτὸν ἔκειντο τεθνεῶτες· ἀπ’ αὐτῶν δὲ ἐχεῖτο αἷμα εἰς τὴν γῆν· οἱ δὲ ῥίψαντες τὰς κεφαλὰς ἔκειντο ὑποκάτω τῶν λεόντων· οἱ δὲ ἀμφότεροι, οἱ χοῖροι λέγω, καὶ οἱ λέοντες, μᾶλ‐ λον διηγέρθησαν εἰς μάχην. Di, | |
30 | 170 ΗΙΣΑΝ. Κανόνισον· εἴω τὸ πορεύομαι, ὁ μέλλων εἴσω, ὁ ἀόριστος εἶσα· τὸ τρίτον τῶν πληθυντικῶν εἶσαν, καὶ διαλύσει ἔϊσαν, καὶ τροπῇ τοῦ έ εἰς ή ἤϊσαν. Δύο ψιλὸν, δοιοὶ δὲ οἱ δύο δίφθογγα, τὰ δύο ό καὶ ί. Di. 172 ΜΕΓΑΣ ΛΙΣ. Εἷς λέων νεκρὸς ἔκειτο, καὶ δύο | |
35 | κάπροι τὰς ψυχὰς ἀφέντες. Tz. 176 ΤΟΙ Δ’ ΕΤΙ. Οὗτοι δὲ ὁρῶντες τοὺς κειμένους, | |
πλέον διηγείροντο εἰς τὴν μάχην. Tz. | 627 | |
628 | 178 Ἐν τούτοις (φησὶν) ἦν ἐζωγραφημένη μάχη τῶν πο‐ λεμικῶν Λαπιθῶν. Λέγω δὴ τῶν περὶ Καινέα, καὶ Δρύαντα, καὶ Πειρίθουν, καὶ Ὁπλέα, καὶ Ἐξάδιον, καὶ Φάληρον, καὶ Πρόλοχον, καὶ τὸν Μόψον τὸν υἱὸν τοῦ Ἄμπυκος, τὸν Τιτα‐ | |
5 | ρήσιον, ἀπὸ Τιταρησίου τόπου, καὶ τὸν Θησέα τὸν υἱὸν τοῦ Αἰγέως, τὸν ὅμοιον τοῖς θεοῖς· οὗτοι δὲ πάντες βασιλεῖς ἦσαν τῶν Λαπιθῶν· οἱ δὲ Λαπίθαι ἔθνος Θετταλικὸν μάχιμον· ἦσαν δὲ ἐν τῇ εἰκονογραφίᾳ ἐκεῖνοι μὲν ἀργυροῖ, τὰ δὲ ὅπλα αὐτῶν χρυσᾶ. | |
10 | Αἰγείδης ὁ υἱὸς τοῦ Αἰγέως· ὥσπερ δὲ Ἀχιλλεὺς Ἀχιλλεί‐ δης οὕτω καὶ Αἰγεὺς Αἰγείδης. Ἵκελος ὁ ὅμοιος, τὸ ἁπλοῦν ί, θεοείκελος δὲ καὶ ἐπιείκελος τὰ σύνθετα δίφθογγον. Χρωτὶ μέγα, χροῒ δὲ μικρόν· ἐκεῖ μὲν γὰρ ἡ εὐθεῖα ὁ χρὼς, ἤγουν τὸ σῶμα, ὡς ὁ γέλως· ἐνταῦθα δὲ ὁ χροῦς, ὃ σημαίνει τὸ αὐτὸ, | |
15 | ὡς ὁ βοῦς. Di Ibid. ΛΑΠΙΘΑΩΝ. Πειρίθους εἰς Θήβας ἐλθὼν διά τινα συγγενικὸν φόνον, ὥστε καθαρθῆναι, ἔσχε γυναῖκα Δῖαν τὴν τοῦ Βουτάτου θυγατέρα. Οἱ γοῦν Λαπίθαι ὑβρίζοντες εἰς τὰς Ἑλληνίδας γυναῖκας, πόλεμον συνεκρότησαν ἀμφότεροι. Λέ‐ | |
20 | γει οὖν, ὅτι ἐνῆν τῇ ἀσπίδι ὁ πόλεμος τῶν Λαπιθῶν, καὶ τῶν Κενταύρων. Tz. 183 ΑΡΓΥΡΕΟΙ· ΧΡΥΣΕΙΑ. Ἀργύρεα μὲν τὰ ζῶα, χρυσῆ δὲ ἡ ἐπ’ αὐτῶν ἐσθής. Tz. 184 Οἱ Κένταυροι δὲ (φησιν) ὅπερ ἦν ἔθνος Θετταλικὸν, | |
25 | κατὰ τὸν μῦθον ἐξ ἀνθρώπων καὶ ἵππων σύνθετοι ἠθροίζοντο ἑτέρωθεν ἐναντίοι τοῖς Λαπίθαις· λέγω δὴ οἱ περὶ τὸν Πε‐ τραῖον, καὶ τὸν Ἄσβολον τὸν μάντιν, καὶ τὸν Ἄρκτον τὸν ὁρ‐ μητικὸν, καὶ τὸν μελανότριχα Μίμαντα, καὶ τοὺς δύο υἱοὺς τοῦ Πευκέως, τὸν Περιμήδεα καὶ τὸν Δρύαλον· ἦσαν δὲ καὶ | |
30 | οὗτοι ἐν τῇ ζωγραφίᾳ ἀργυροῖ χρυσᾶς ῥάβδους κρατοῦντες, καὶ σὺν τοῖς Λαπίθαις ὥρμων καὶ οὗτοι οἱ Κένταυροι, καὶ ὥσπερ ζῶντες ἐκινοῦντο κατ’ ἀλλήλων ἐν τοῖς ὅλοις. Di. 189 ΚΑΙ ΤΕ ΣΥΝΑΙΚΤΗΝ. Ὁμοῦ ὥρμων μεθ’ ὁρμῆς συνελαύνοντες, ὥσπερ ζῶντες, ὠρέγοντο παρ’ ἀλλήλους συναπ‐ | |
35 | τικῶς. Ἔγχεσι γὰρ οἱ Λαπίθαι ἀλλήλους ἠκόντιζον. Tz. 190 ΩΡΙΓΝΩΝΤΟ. Ἔστι ῥῆμα ὀρέγω τὸ κινῶ· ἡνίκα δὲ πλεονάσῃ εἰς ταῦτα τὰ ῥήματα τὰ παραληγόμενα τὸ έ σύμφω‐ | |
νον, τότε τρέπεται τὸ έ εἰς ί· οἷον ἔχω ἴσχω, ῥέπω ῥίπτω, πέτω | 628 | |
629 | πίπτω, ἕπω ἴσπω. Οὕτως οὖν καὶ ὀρέγω ὀρίγνω. Τοῦτο γοῦν τὸ ὀρίγνω μετάγεται εἰς βʹ συζυγίαν τῶν περισπωμένων, καὶ γίνεται ὀριγνάω ὀριγνῶ, καὶ τὸ παθητικὸν ὀριγνάομαι ὀριγνῶμαι, καὶ ὁ παρατατικὸς ὠριγναόμην· τὸ γʹ τοῦ πλη‐ | |
5 | θυντικοῦ ὠριγνάοντο ὠριγνῶντο. Di. 191 Ἐν τούτοις (φησὶ) καὶ οἱ ἵπποι τοῦ Ἄρεος ἵσταντο, καὶ αὐτὸς ὁ Ἄρης καταγεγραμμένος ἦν ἐν τῇ ἀσπίδι, κελεύων πᾶσι τοῖς λαοῖς, τοῦτο γὰρ σημαίνει τὸ πρυλέεσσι, βεβαμμέ‐ νος ὢν ὁ Ἄρης ἐν αἵματι, ὥσπερ ζῶντας τινὰς σκυλεύων, ἐπι‐ | |
10 | βεβηκὼς ἐφ’ ἅρματος. Πλησίον δὲ αὐτοῦ καὶ ὁ Δεῖμος, καὶ ὁ Φόβος, ὡς θεοί τινες ἵσταντο ὀρεγόμενοι εἰσελθεῖν εἰς τὸν πό‐ λεμον τῶν ἀνδρῶν. Τὰ διὰ τοῦ οεις (ὡς καὶ ἄλλοτε εἴπομεν) εἰ μὲν ἔχουσι τὴν πρὸ τοῦ ό συλλαβὴν βραχεῖαν, διὰ τοῦ ό μι‐ κροῦ γράφεται· οἷον κρυόεις, σκιόεις, φοινικόεις· εἰ δὲ μα‐ | |
15 | κρὰν, μεγεθύνονται, οἷον ὠτώεις, κηώεις, θυώεις. Ἐμβεβαὼς, βίβημι, ὁ μέλλων βήσω, ὁ παρακείμενος βέβηκα, καὶ ἐκβολῇ τοῦ κʹ καὶ συστολῇ τῆς παραληγούσης βέβαα, ἡ μετοχὴ ὁ βε‐ βαώς. Ὁ φόβος διαιρεῖται εἰς ἓξ, εἰς ὄκνον, εἰς αἰδῶ, εἰς αἰ‐ σχύνην, εἰς κατάπληξιν, εἰς ἔκπληξιν, καὶ εἰς ἀγωνίαν. Di. | |
20 | 196 ΚΑΤΑΔΥΜΕΝΑΙ. Δύμεναι, καὶ εἰσελθεῖν· δῦμι, ὁ βʹ ἀόριστος ἔδυν, ἡ μετοχὴ ὁ δὺς, τοῦ δύντος, καὶ τὸ ἀπα‐ ρέμφατον δύναι, καὶ Δωρικῶς προσθέσει τῆς με, δύμεναι. Di. 197 Ἐν τούτοις (φησὶν) ἵστατο καὶ ἡ Ἀθηνᾶ ἡ θυγάτηρ | |
25 | τοῦ Διὸς, ἡ ἀγέλεια, καὶ ἡ στρατηγὸς, καὶ ἡ τριττογένεια, ἤγουν ἡ ἀπὸ τῆς κεφαλῆς τοῦ Διὸς, (Τριττὼ γὰρ ἡ κεφαλὴ παρ’ Αἰολεῦσι) τοιαύτῃ τινὶ ὁμοία ὥσπερ βουλομένη ἐξάπτειν τὸν πόλεμον, κρατοῦσα καὶ δόρυ, φοροῦσα καὶ περικεφαλαίαν χρυσῆν, καὶ τὸ τῆς Ἀμαλθείας αἰγὸς δέρμα ἐπὶ τοῖς ὤμοις φέ‐ | |
30 | ρουσα, εἰσήρχετο δὲ εἰς τὸν πόλεμον. Di. 198 ΚΟΡΥΣΣΕΙΝ. Ἤγουν ὁπλίζεσθαι· ἀπὸ τοῦ κόρυς, ἡ περικεφαλαία, ἥτις ἐτυμολογεῖται ἀπὸ τοῦ τὸ κάρα ῥύεσθαι. | |
Θωρήσσειν δὲ μέγα καὶ ή, καὶ γίνεται ἀπὸ τοῦ θώρηξ, ἢ | 629 | |
630 | θώραξ θώρακος. Θορίσσειν δὲ, ἤγουν μεθύσκειν, μικρὸν καὶ ί, καὶ γίνεται ἀπὸ τοῦ θόριξ ὁ ἄκρατος οἶνος. Di. 199 ΤΡΥΦΑΛΕΙΑΝ. Τρυφάλεια κόρυς ἡ ἔχουσα τρεῖς φαλοὺς, ἤγουν ἐπαναστήματα. Di. | |
5 | 200 ΑΙΓΙΔΑ. Αἰγὶς αἰγίδος τὸ αἴγειον δέρμα, ί, Αἰγεί‐ δης δὲ δίφθογγον. Di. Ibid. ΦΥΛΟΠΙΝ ΑΙΝΗΝ. Φύλοπις ἡ μάχη, καὶ ἐτυμο‐ λογεῖται ἀπὸ τοῦ φυλὴ καὶ τοῦ ὂψ ὀπὸς ἡ φωνὴ, ἡ ἔχουσα δη‐ λαδὴ φυλῶν διαφόρων, ἤτοι γενεῶν καὶ ἐθνῶν πολλῶν, ὄπας | |
10 | καὶ φωνάς. Ἔστι δὲ τὸ τοῦ πολέμου σύμβαμα. Οὐ γὰρ πᾶς πόλεμος φύλοπις. Di. 201 Ἐν τούτοις (φησὶν) ἦν καὶ θεῶν πλῆθος, καὶ ἐχό‐ ρευον· ἐν μέσῳ δὲ τῷ χορῷ, ἐκιθάριζεν ὁ Ἀπόλλων ὁ υἱὸς τῆς Λητοῦς, καὶ τοῦ Διὸς, ἐν χρυσῇ λύρᾳ· ἦν δὲ καὶ ὁ οὐρανὸς ὁ | |
15 | οἶκος τῶν θεῶν ὁ ἁγνὸς καὶ καθαρός· ἦν δὲ καὶ ἀγορὰ, ἤγουν συνάθροισμα θεῶν. Κύκλῳ δὲ ἔκειτο δίκην στεφάνου, πλοῦ‐ τος πολύς. Αἱ Μοῦσαι δὲ αἱ ἐν τῇ Πιερίᾳ τῷ ὄρει τῶν Θη‐ βῶν κατοικοῦσαι, ἐξῆρχον τῆς ᾠδῆς, ὅμοιαι οὖσαι ταῖς μελπο‐ μέναις. Di. | |
20 | 203 ΧΡΥΣΕΙΗι ΦΟΡΜΙΓΓΙ. Ἦν (φησὶν) ἐκεῖ Ὄλυμπος, καὶ ἀγορά. Περὶ δὲ τὴν ἀγορὰν καὶ τὸν ἀγῶνα ὡς ἂν περὶ τοὺς θεοὺς ἦν μέγας ὄλβος, ὡς ἂν ποικιλία μεγαλόψυχος. Tz. 207 Ἐν τούτοις (φησὶν) ἦν καὶ λιμὴν ἀχείμαστος ἀγρίας θαλάσσης, στρογγύλος, κατεσκευασμένος ἐκ κασσιτέρου, ὅμοιος | |
25 | λιμένι κυματουμένῳ. Πολλοὶ δὲ δελφῖνες εἰς τὸ μέσον αὐτοῦ ὥρμων, ἐπιθυμοῦντες ἰχθύων, ὅμοιοι τοῖς κολυμβῶσι. Δύο δὲ δελφῖνες ἐξ ἀργύρου κατεσκευασμένοι ἀναφυσῶντες, ἤσθιον ἰχθύας, ὧν ὑποκάτω συνεστέλλοντο οἱ ἐκ χαλκοῦ κατεσκευασ‐ | |
μένοι ἰχθύες. Ἐπὶ δὲ τῷ αἰγιαλῷ ἐκάθητο ἁλιεὺς κατασκοπῶν | 630 | |
631 | τοὺς ἰχθύας. Ἐκράτει δὲ εἰς τὰς χεῖρας αὐτοῦ δίκτυον ἰχθύων, ὅμοιος ὢν τῷ μέλλοντι ῥίψαι δίκτυον. Di. 208 ΠΑΝΕΦΘΟΥ ΚΑΣΣΙΤΕΡΟΙΟ. Τοῦ διαλελυμένου καὶ ὑγροῦ τὴν φύσιν, ἢ παναπάλου. Ἡρόδοτος δὲ ἀπέφθου | |
5 | φησί. Πανέφθου δὲ, διὰ τὸ ὑγρὸν εἶπε καὶ εὔτυκτον τῆς οὐ‐ σίας. Tz. 209 ΑΜΜΕΣΟΝ. Ἤγουν ἀνὰ μέσον, καὶ συνεκόπη τὸ ά· τὸ δὲ νʹ ἐτράπη συνήθως πρὸς τὸ ἔμπροσθεν σύμφωνον τὸ μʹ. οὕτω καὶ τὸ κατέβαλε κάββαλε, καὶ τὸ κατέπεσε κάππεσε, | |
10 | καὶ ἕτερα. Di. 211 ΑΝΑΦΥΣΙΟΩΝΤΕΣ. Ἀναφυσῶντες· σημείωσαι ὅτι ἐν ταῖς μετοχαῖς ἡ ἐπένθεσις τοῦ ώ, εἰ μὲν ἔχει τὴν παραλή‐ γουσαν βραχεῖαν, βραχύνει καὶ τὸ πρῶτον ό, οἷον τηλεθόων, φυσιόων· εἰ δὲ μακρὰν, ἐκτείνει καὶ ἀμφότερα, αὐδώων. Di. | |
15 | 212 ΕΘΟΙΝΩΝ. Ἔτρωγον, θοινάω θοινῶ τὸ εὐωχοῦ‐ μαι, καὶ ὁ παρατατικὸς ἐθοίναον, ἐθοίνων, τὸ τρίτον τῶν πληθυντικῶν ἐθοίνων. Di. 214 ΗΣΤΟ. Κανόνισον· ἕξω τὸ κάθημαι, ὁ μέλλων ἕσω, ὁ παρακείμενος ἧκα, ὁ παθητικὸς ἧσμαι, ὁ ὑπερσυντέλικος | |
20 | ἥσμην, ἧσο, ἧστο. Di. 215 ΙΧΘΥΣΙΝ ΑΜΦΙΒΛΗΣΤΡΟΝ. Νεωτερικὸν τὸ γινώσκειν τὴν ἀμφιβλήστρου χρῆσιν. Ὁ γὰρ Ὅμηρος ἐξαγκι‐ στρευομένους εἶδεν. Tz. 216 Ἐν τούτοις δὲ (φησιν) ἦν ἐζωγραφημένος καὶ ὁ Περ‐ | |
25 | σεὺς τὸ γέννημα τῆς Δανάης, οὔτε ἁπτόμενος τῆς ἀσπίδος, οὔτε ἐκτὸς τῆς ἀσπίδος, θαυμαστὸν ἔργον, ἐπεὶ οὐδαμῶς ἦν ἱστάμενος· οὕτω γὰρ ὁ τεχνίτης αὐτὸν κατεσκεύασεν, ὥστε δο‐ κεῖν μὴ ἑστάναι ἐπί τινος. Οὕτω κατεσκεύασεν ὁ Ἥφαιστος τὸν Περσέα χρυσοῦν· ἐφόρει δὲ ὑποδήματα πτερωτά· ἐν δὲ | |
30 | τοῖς ὤμοις ἔκειτο ξίφος κρεμάμενον ἀπὸ λώρου. Di. Ibid. ἹΠΠΟΤΑ. Ἤγουν ἱππότης, ἡ κλητικὴ ἀντὶ εὐθείας. Ἔστι δὲ (ὡς εἴρηται) τοῦτο τὸ πάθος Δρυόπων καὶ Αἰολέων, καὶ Βοιωτῶν. Di. | |
Ibid. ἹΠΠΟΤΑ ΠΕΡΣΕΥΣ. Κατὰ τοὺς γλωσσογρά‐ | 631 | |
632 | φους, ἱππότην ἀκούειν τὸν φυγάδα. Ἐπεὶ ὁ πάππος Ἀκρί‐ σιος ἐξέβαλεν αὐτὸν, οὐ γὰρ εἰσάγεται ἵππῳ χρώμενος ὁ Περ‐ σεύς. Tz. 219 ΚΛΥΤΟΣ. Ὁ κλειτὸς, ἤγουν ὁ ἔνδοξος, καὶ κλυτὸς | |
5 | ἤγουν ὀνομαστός. Οὐκ ἀντιστρέφει δὲ, οὐ γὰρ εἴ τις κλυτὸς, ἤγουν ὀνομαστὸς, οὗτος καὶ κλειτὸς, ἤγουν ἔνδοξος· πολλοὶ γὰρ ἐπὶ κακίᾳ ὀνομαστοί. Di. Ibid. ΑΜΦΙΓΥΗΕΙΣ. Ἀμφιγυήεις λέγεται ὁ χωλὸς, ὁ ἐξ ἀμφοτέρων δηλαδὴ τῶν γύων, ἤγουν τῶν ποδῶν, πεπηρω‐ | |
10 | μένος. Γίνεται γοῦν ἀμφιγυόεις, καὶ τροπῇ τοῦ ό μικροῦ εἰς ή, ἀμφιγυήεις, ὥσπερ χάρις χαρίεις, τιμὴ τιμήεις, αἴγλη αἰ‐ γλήεις. Di. 221 ΩΜΟΙΣΙΝ ΔΕ ΜΙΝ. Οὕτω συντάσσεται· ἀμφιέ‐ κειτο δέ μιν, ἤγουν περὶ αὐτὸν ἔκειτο, ποῦ; ἐν τοῖς ὤμοις, ἄορ | |
15 | καὶ ξίφος μελάνδετον· καθ’ ὑπερβατὸν γὰρ συντάσσεται ἡ ἀμφί. εἴη δ’ ἂν μελάνδετον, ἢ τὸ μέλαιναν θήκην ἔχον, ὡς ἐκ δέρμα‐ τος κατεσκευασμένην, ἢ τὸ ἐκ μέλανος σιδήρου δεδεμένον. Ὁ δὲ Περσεὺς ὥσπερ νόημα ἐπέτετο· οὐδὲν γὰρ ταχύτερον τοῦ νοήματος. Τὴν ῥάχιν δὲ αὐτοῦ πᾶσαν περιελάμβανεν ἡ κε‐ | |
20 | φαλὴ τοῦ δεινοῦ θηρίου τῆς Γοργόνος· περιεῖχε δὲ τὴν κεφα‐ λὴν σακκούλιον ἀργυροῦν. Τὸ δὲ ΑΜΦΙ ΔΕ ΜΙΝ οὕτω συν‐ τάξεις· ἀμφιέθεε δὲ, ἤγουν περιελάμβανε καὶ περιεῖχέ μιν, καὶ αὐτὴν τὴν κεφαλὴν τῆς Γοργόνος κίβυσις· ἐκρέμαντο δὲ ἀπὸ τοῦ σακκουλίου κροσσωτοὶ χρυσοῖ. Εἰς δὲ τὴν κεφαλὴν αὐ‐ | |
25 | τοῦ ἔκειτο ἡ περικεφαλαία τοῦ Ἅδου, μέλαινα οὖσα. Αὐτὸς δὲ ἔφευγεν ἐοικὼς φοβουμένῳ. Ὄπισθεν δὲ ἐκείνου ἐδίωκον | |
αἱ Γοργόνες, ὁρμῶσαι καταπιεῖν αὐτόν. Τὸ ἐῤῥώοντο δὲ | 632 | |
633 | κατὰ διάφρασιν, ἀντὶ τοῦ δυνατῶς ὥρμων. Κινουμένων δὲ αὐτῶν ἐπὶ τοῦ λαμπροῦ ἀδάμαντος, ἦχον ἀπετέλει ἡ ἀσπίς. Ἐπὶ δὲ ταῖς ζώναις τῶν Γοργόνων δύο δράκοντες ἐκρέμαντο, κυρτοῦντες τῷ θυμῷ τὰς κεφαλὰς, ἐκίνουν δὲ τὰς γένυς καὶ | |
5 | τὴν γλῶτταν οὗτοι οἱ ὄφεις ὡς λείξοντες. Ἐν ὀργῇ δὲ συνέ‐ κρουον τοὺς ὀδόντας, ἀγρίως βλέποντες· αἱ δὲ τῶν Γοργό‐ νων κεφαλαὶ λίαν ἦσαν φοβεραί. Di. Ibid. ΑΟΡ. Ἄορ, τὸ ξίφος, κυρίως δὲ ἡ σπάθη· ἐτυ‐ μολογηθείη δ’ ἂν ἀπὸ τοῦ αἱρῶ τὸ φονεύω, ἢ ἀπὸ τοῦ ά στε‐ | |
10 | ρητικοῦ καὶ τοῦ ὁρῶ, τὸ ποιοῦν τὸν ἄνθρωπον μὴ ὁρᾷν· ἀορασίας γὰρ ἐμποιητικὸν πᾶν ξίφος. Di. 222 ΕΚ ΤΕΛΑΜΩΝΟΣ. Τελαμὼν, ὁ λῶρος, ὁ ἀνα‐ φορεὺς τοῦ ξίφους καὶ τῆς ἀσπίδος, ἀπὸ τοῦ τλῶ τὸ καρτερῶ, ὡς καρτερικὸς, καὶ ἰσχυρὸς, καὶ βαστακτικός. Di. | |
15 | 223 ΠΑΝ ΔΕ ΜΕΤΑΦΡΕΝΟΝ. Φρένες, οὐ μόνον ὁ λογισμὸς, ἀλλ’ ἤδη καὶ ὑμὴν τὶς ὁ ὑπεζωκὼς καλούμενος. Τὸ γοῦν μετὰ τὰς σωματικὰς ταύτας φρένας κατέναντι ἐν τῇ ῥάχει μέρος τοῦ σώματος, μετάφρενον λέγεται, καταχρηστι‐ κῶς δὲ καὶ πᾶσαν τὴν ῥάχιν μετάφρενον λέγουσιν. Di. | |
20 | Ibid. ΠΑΝ ΔΕ ΜΕΤΑΦΡΕΝΟΝ. Τείνων γὰρ τὴν χεῖ‐ ρα ὀπίσω σου κατεῖχεν. ΑΛΛΩΣ. Ἐβάσταζεν ἐν δεκτικῷ τινι ἀγγείῳ τὴν κεφαλὴν τῆς Γοργόνος ὁ Περσεύς· τὸ δὲ ἀγ‐ γεῖον ἐκεῖνο ἔσκεπε τὸ μετάφρενον αὐτοῦ. Tz. 224 ΓΟΡΓΟΥΣ. Οὐ μόνον ἡ Γοργὼν τῆς Γοργόνος, | |
25 | ἀλλὰ καὶ ἡ Γοργὼ τῆς Γοργοῦς, ὡς τῆς Σαπφοῦς, οὕτω καὶ ἀηδόνος καὶ ἀηδοῦς, καὶ χελιδόνος καὶ χελιδοῦς. Di. Ibid. ΚΙΒΥΣΙΣ. Κίβισις, ἤγουν κιβωτὸς, ἡ πήρα ἀρ‐ γυρῆ. Di. Ibid. ΘΑΥΜΑ ΙΔΕΣΘΑΙ. Ἤγουν θαυμαστὴ εἰς τὸ | |
30 | ἰδέσθαι καὶ θεάσασθαι αὐτὴν τινά. Di. Ibid. ΑΜΦΙ ΔΕ ΜΙΝ ΚΙΒΥΣΙΣ. Κιβωτὸς ἢ πήρα κί‐ βυσις εἴρηται, παρὰ τὸ ἐκεῖ κεῖσθαι τὴν βόσιν ἢ παρὰ τὸ κίειν τὸ πορεύεσθαι καὶ ὁρμᾷν· ἡ εἰς τὸ κίειν καὶ ἱέναι βόσιν ἔχουσα, τουτέστι τροφήν. Tz. | |
35 | 225 ΘΥΣΑΝΟΙ. Παρ’ Ὀππιανῷ θύσανοι τὰ πτερὰ, ἐν‐ | 633 |
634 | ταῦθα δὲ θύσανοι οἱ κροσσωτοὶ, ἤγουν τὰ ἰδιωτικῶς λεγόμε‐ να κομβία, ἤγουν κυμβία, ἀπὸ τοῦ θύω τὸ ὁρμῶ, διὰ τὸ εὐ‐ κίνητον καὶ εὐσάλευτον. Di. 226 ΠΕΡΙ ΚΡΟΤΑΦΟΙΣΙΝ. Κροτάφους ἐνταῦθα τὴν | |
5 | κεφαλὴν ὅλην νόει, ἀπὸ μέρους τὸ πᾶν· κρόταφος γὰρ κυρίως ἡ μῆνιγξ, ἡ μεταξὺ τῶν ὠτίων καὶ τῶν ὀφθαλμῶν. Di. 227 Τὸ ΑΙΔΟΣ ἢ κατὰ μεταπλασμὸν γέγονεν ἀπὸ τοῦ Ἀΐδου, οὗ ἡ εὐθεῖα ὁ Ἀΐδης, ἢ κλίνεται Ἄϊς Ἄϊδος, ὡς Πάρις Πάριδος· γίνεται δὲ Ἄϊς ἀπὸ τοῦ α στερητικοῦ καὶ τοῦ εἴδω | |
10 | εἴσω τὸ βλέπω, κατὰ ἀποκοπὴν καὶ συστολήν. Ὥσπερ ἀπὸ τοῦ νή στερητικοῦ, καὶ τοῦ εἴδω εἴσω τὸ γινώσκω, νῆϊς, ὁ ἄγνω‐ στος. Di. Ibid. ΚΕΙΤ’ ΑΙΔΟΣ. Περιέκειτο δὲ ἐπὶ τὴν κεφαλὴν νέφος, ἤγουν ἀορασία, ὅπερ δέδωκεν αὐτῷ ἡ Ἀθηνᾶ, τοῦ μὴ | |
15 | θεωρεῖσθαι αὐτὸν ὑπὸ τῆς Μεδούσης, ἢ ἵνα μὴ πρὸς θάνατον ὁρᾶται παρὰ τῶν Γοργόνων καὶ ἀπόλλυται. Τινὲς νεφέλην καὶ ἀορασίαν ἐδέξαντο. Tz. 228 Τὸ ΕΡΡΙΓΟΝΤΙ οὕτω κανονίζεται. Ῥιγέω ῥιγῶ πρωτότυπον, ὁ μέσος παρακείμενος ἔῤῥιγα, καὶ ἐκ τούτου θέ‐ | |
20 | μα ἐῤῥίγω, ἡ μετοχὴ ὁ ἐῤῥίγων τοῦ ἐῤῥίγοντος, ἤγουν τρέ‐ μοντος. Ῥιγόω, ῥιγῶ τὸ ψύχομαι· ῥιγέω ῥιγῶ τὸ φρίσ‐ σω. Di. Ibid. ΑΥΤΟΣ ΔΕ ΣΠΕΥΔΟΝΤΙ. Ἔσπευδεν, ἐφοβεῖτο. Ὡς γὰρ φεύγων ἐφαίνετο τὰς Γοργόνας. Αὗται γὰρ ἐδίω‐ | |
25 | κον προθυμούμεναι καταλαβεῖν. Tz. 229 ΕΤΙΤΑΙΝΕΤΟ. Τείνω τὸ ἐξαπλῶ δίφθογγον, τι‐ ταίνω δὲ ὃ σημαίνει τὸ αὐτὸ, ι· συστέλλεται δὲ διὰ τὸν ἀναδι‐ πλασιασμόν. Di. 230 ΕΡΡΩΟΝΤΟ. Ἔστιν ὄνομα θηλυκὸν ἐρωὴ ἡ ὁρμὴ, καὶ | |
30 | ἐκ τούτου ῥῆμα ἐρωέω ἐρωῶ, καὶ τὸ παθητικὸν ἐρωέομαι, ἐρω‐ οῦμαι, καὶ ὁ παρατατικὸς ἐῤῥωεόμην, τὸ τρίτον τῶν πληθυντικῶν ἐῤῥωέοντο, καὶ συγκοπῇ τοῦ ε ἐρώοντο. Αὐξάνει δὲ χρονι‐ κῶς κατ’ ἐπένθεσιν τοῦ ρʹ, ὥσπερ καὶ τὸ ἔρδω τὸ πράττω ἔρ‐ δον ὁ παρατατικὸς, ὡς τὸ, | |
35 | Ἔρδον δ’ Ἀπόλλωνι τεληέσσας ἑκατόμβας. | |
231 Τὸ ΜΑΠΕΕΙΝ εἰς δεύτερον ἀόριστον, ἀπὸ τοῦ | 634 | |
635 | μάρπω, τὸ καταλαμβάνω γίνεται μαρπεῖν, καὶ ἀποβολῇ τοῦ ρʹ μαπέειν κατ’ ἐπέκτασιν. 232 Καὶ τὸ ΒΑΙΝΟΥΣΕΩΝ δὲ ἐπέκτασιν ἔχει τὸ έ. Di. 234 ΔΟΙΩ ΑΠΗΩΡΕΥΝΤ’. Τὸ θέμα, αἰωρῶ, τὸ κρε‐ | |
5 | μῶ, καὶ τὸ παθητικὸν αἰωροῦμαι, καὶ ὁ παρατατικὸς ἠωρού‐ μην, τὸ τρίτον τῶν πληθυντικῶν ἠωροῦντο καὶ ἠωρεῦντο Αἰο‐ λικῶς, καὶ ἀπηωρεῦντο. Di. Ibid. ΕΠΙΚΥΡΤΩΟΝΤΕ ΚΑΡΗΝΑ. Ἡ κάρα καὶ κρὰς, καὶ τὸ κάρα καὶ τὸ κάρηνον. Di. | |
10 | 235 ΜΕΝΕΙ Δ’ ΕΧΑΡΑΣΣΟΝ. Τῇ ὀργῇ δὲ, ὡς ἂν ὑπὸ τῆς μανίας τοὺς ὀδόντας αὐτῶν ἐν τῷ σάκει ἐχάρασσον δάκνοντες. Ὀφιότριχες γάρ εἰσιν. Tz. 236 Ὑπεράνω δὲ (φησι) τῶν Γοργόνων, ἐν τῷ πλάτει τῆς ἀσπίδος, ἄνδρες ἐμάχοντο μεθ’ ὅπλων· οἱ μὲν μαχόμενοι ὑπὲρ | |
15 | τῆς ἰδίας πόλεως, καὶ ὑπὲρ τῶν ἰδίων γονέων· οἱ δὲ ὁρμῶν‐ τες πορθῆσαι τὴν πόλιν, πολλοὶ μὲν ἔκειντο ἐξ ἐκείνων, οἱ πλείονες δὲ ἐμάχοντο ἔτι, αἱ δὲ γυναῖκες ἐπάνω τῶν πύργων ἱστάμεναι μέγα ἐβόων καὶ ἐθρήνουν. Κατέξεον δὲ τὰς παρειὰς, ζώσαις ὅμοιαι. Ὅπερ ἦν ἔργον τοῦ κλυτοῦ Ἡφαίστου, ἤγουν | |
20 | ἐπιτήδευμα καὶ σόφισμα τοῦ κατασκευάσαντος τὴν ἀσπίδα. Ἄνδρες δὲ γέροντες ὁμοῦ ἀπὸ τῆς πύλης τῆς πόλεως ἐξῆλθον. Ὕψωσαν δὲ τὰς χεῖρας αὐτῶν τοῖς θεοῖς ὑπὲρ τῶν τέκνων αὐ‐ τῶν φοβούμενοι· οἱ δὲ παῖδες αὐτῶν ἐμάχοντο. Αἱ δὲ κῆρες, ἤγουν αἱ θανατηφόροι μοῖραι, μέλαιναι οὖσαι κατὰ τὴν ζωγρα‐ | |
25 | φίαν, ὀπίσω τῶν μαχομένων ἵσταντο τρύζουσαι τοὺς ὀδόντας. Φοβεραὶ δὲ καὶ φονικαὶ καὶ ἄγριαι οὖσαι ἐμάχοντο ὑπὲρ τῶν πιπτόντων, ὁρμῶσαι ὥσπερ γύπες ἢ κόρακες εἰς τὰ πτώματα. Πᾶσαι δ’ ἄρ’ (τὸ δὲ ἀντὶ τοῦ γάρ· εὕρηται γὰρ τὸ δὲ ἀντὶ τοῦ γὰρ, καὶ τὸ γὰρ ἀντὶ τοῦ δὲ, διὰ τὰ μέτρα) ἐπεθύμουν πιεῖν | |
30 | αἷμα νεκριμαῖον, ὃν δὲ πρῶτον κατέλαβον νεότρωτον, περὶ μὲν τῷ σώματι ἐκείνου ἐπήγνυον τοὺς μεγάλους ὄνυχας, ἡ ψυ‐ χὴ δ’ ἐκείνου κατήρχετο εἰς ᾅδου τὸν ψυχεινὸν καὶ ψυχρὸν τάρ‐ ταρον. Αἱ δὲ χεῖρες ἡνίκα ἐπλήσθησαν τοῦ ἀνθρωπίνου αἵμα‐ τος, ἐκεῖνον μὲν τὸν νεκρὸν ἔῤῥιπτον ὀπίσω, ὑπέστρεφον δὲ | |
35 | εἰς τὸν πόλεμον πάλιν. Τρεῖς φασὶν εἶναι τὰς Μοίρας Ἕλληνες. Κλωθὼ, Λάχε‐ σιν, καὶ Ἄτροπον. Τὴν μὲν ὡς ἐπικλώθουσαν ἑνὶ ἑκάστῳ | |
τῶν ὑπὸ γένεσιν τὸ εἱμαρμένον· τὴν δὲ Λάχεσιν ἀπὸ τοῦ λαγ‐ | 635 | |
636 | χάνω, ὡς ἐπικληροῦσαν τῷ μὲν ἀγαθὸν, τῷ δ’ ἐναντίον· τὴν δὲ Ἄτροπον, ὡς ποιοῦσαν τὸ ἀποκληρωθὲν ἀμετάτρεπτον. Di. 238 Τὸ ΕΜΑΡΝΑΣΘΗΝ ἀπὸ τοῦ μάρνημι τὸ μάχομαι, οὗ τὸ παθητικὸν μάρναμαι. Μαρνάω δὲ μαρνῶ τὸ μάχομαι, | |
5 | ἀπὸ τοῦ μὴ στερητικοῦ μορίου καὶ τοῦ ἀρνῶ τὸ διαλλάσσω. Ἐν ταῖς διαλλαγαῖς γὰρ οἱ παλαιοὶ ἄρνας ἔθυον. Di. Ibid. ΠΟΛΕΜΗΙΑ. Τὸ πολεμήϊον πολέμειον ἦν κτητι‐ κῶς, καὶ διαλύσει πολεμέϊον, καὶ ἐκτάσει πολεμήϊον. Di. 240 Τοῦ ΠΡΑΘΕΕΙ τὸ ἐντελὲς καὶ οἷον ὑγιὲς, πραθεῖν, | |
10 | ἀπὸ τοῦ πέρθω εἰς δεύτερον μέλλοντα, κατὰ μετάθεσιν τοῦ ά, καὶ ἐπεκτάσει τοῦ ε πραθέειν. Di. 241 Τὸ ΚΕΑΤΟ Ἰωνικόν ἐστιν. Τὸ μὲν γὰρ κοινὸν ἔκειντο, τὸ δὲ Ἰωνικὸν ἐκέατο, καὶ ἀφαιρέσει κέατο, ἀπὸ τοῦ τρίτου τῶν ἑνικῶν, ὥσπερ ἐτετύφατο, ἐπεποιέατο. Οὐ μό‐ | |
15 | νον δὲ προστίθεται τὸ ά, ἀλλὰ καὶ ἡ παραλήγουσα συστέλλεται· χωρὶς τῶν εὐκτικῶν, τοῦ τυπτοίατο, καὶ τῶν ὁμοίων. Di. Ibid. ΔΗΡΙΝ ΕΧΟΝΤΕΣ. Δῆρις ἡ μάχη, ἀπὸ τοῦ δαίρω τὸ τύπτω. Di. 245 ΠΡΕΣΒΗΕΣ. Ἰστέον ὅτι πρέσβυς ὁ γέρων οὐ κλί‐ | |
20 | νεται πρέσβους, ὡς μονογενὲς, ἀλλὰ πρέσβεως, συνεξακολου‐ θῶν τῷ πήχεως καὶ πελέκεως. Ἐπεὶ γὰρ διὰ τοῦ ώ μεγάλου κλίνουσι ταῦτα οἱ Ἀττικοὶ, ἀναγκαίως καὶ τὰ παραλήγοντα τῶν φωνηέντων εἰς έ μεταβάλλουσι· τούτου ἡ εὐθεῖα τῶν πληθυντικῶν πρέσβεες, καὶ πλεονασμῷ τοῦ ί, ἢ τροπῇ τοῦ έ εἰς | |
25 | ή, πρεσβῆες, καταβιβαζομένου καὶ τοῦ τόνου διὰ τὴν λογικὴν ἔκτασιν, ὡς πολλάκις εἴρηται· διφορεῖται δὲ ἡ παραλήγουσα, ὥσπερ ἐν τῷ τεθνειώς. Καὶ γὰρ κἀκεῖ ἀπὸ τοῦ τεθνεὼς ἢ πλεονασμῷ τοῦ ί, ἢ κατὰ τροπὴν τοῦ έ εἰς ή τεθνειὼς γίνεται, διφορούμενον κατὰ τὴν γραφήν. Di. | |
30 | Ibid. Τὸ ΕΣΑΝ ἀπὸ τοῦ ἦσαν κατὰ συστολήν. Τὸ δὲ ἦσαν, ὃ σημαίνει τὸ ἐξῆλθον, ἀπὸ τοῦ εἶμι. Τούτου γὰρ πα‐ ρατατικὸς εἶν, τὰ πληθυντικὰ ἴμεν, ἴτε, ἴσαν. Τὰ γὰρ εἰς μι ἐπὶ τῶν πληθυντικῶν καὶ παθητικῶν συστέλλουσι τὴν πα‐ ραλήγουσαν. Di. | |
35 | Ibid. ΓΗΡΑΣ ΤΕ ΜΕΜΑΡΠΟΝ. Μάρπω τὸ καταλαμ‐ βάνω, ὁ μέλλων μάρψω, ὁ ἀόριστος ἔμαρψα, ὁ δεύτερος ἔμαρπον, καὶ Ἰωνικῷ ἀναδιπλασιασμῷ, ἐμέμαρπον· τὸ τρί‐ | |
τον τῶν πληθυντικῶν, ἀφαιρέσει τοῦ έ, μέμαρπον. Di. | 636 | |
637 | Ibid. ΑΝΔΡΕΣ Δ’ ΟΙ ΠΡΕΣΒΗΕΣ. Οἱ πρεσβύται, οἱ πρεσβευταὶ, οὓς τὸ γῆρας κατέλαβεν. Οἱ δὲ μέμαρπτεν αὐτοὺς τὸ γῆρας. Ἀντὶ τοῦ κατελάμβανε. Τὸ δὲ πρεσβεὺς γέγονεν ἀπὸ τοῦ πρεσβεύειν, ὅθεν ἴσως καὶ οἱ πρεσβευταί. Tz. | |
5 | 248 ΔΕΙΔΙΟΤΕΣ. Δίω θέμα, ἀφ’ οὗ γίνεται καὶ τὸ διώκω, δίσω, δέδικα· ὁ μέσος δέδια· δεδιὼς ἡ μετοχὴ, καὶ δειδιὼς κατ’ ἐπέκτασιν. Ἢ δείδω τὸ φοβοῦμαι, δείσω, δέ‐ δεικα· καὶ ἀφαιρέσει τοῦ κʹ, καὶ συστολῇ τῆς παραληγούσης δέδια. Ἡ μετοχὴ κατ’ ἐπέκτασιν, δειδιώς. Di. | |
10 | 249 ΚΗΡΕΣ ΚΥΑΝΕΑΙ. Ἀντὶ τοῦ κυανοῦ ἐζωγραφη‐ μέναι κατὰ τὴν πρόσοψιν, δέους παρασκευαστικαί. Tz. 252 Ὥσπερ τὸ πραθέειν, οὕτω καὶ τὸ πιέειν πάθος ἔχει ἐπέκτασιν. 254 Ὅτι εἰς τὸ ΒΑΛΛ’ ΟΝΥΧΑΣ έ μόνον κουφίζεται, | |
15 | ὥσπερ καὶ ἐν τῷ ΠΟΣΣ’ ἉΠΑΛΟΙΣΙΝ ί. Ibid. Τὸ ΚΑΤΕΙΕΝ εἰς μέσον παρακείμενον, οὕτως· εἴω τὸ πορεύομαι, ὁ μέλλων εἴσω, ὁ παρακείμενος εἶκα, ὁ μέσος εἶα, εἶας, εἶεν· ἀφ’ οὗ καὶ τὸ ἤει, καὶ ἦλθεν εἰς ὑπερ‐ συντέλικον κατ’ ἔκτασιν Ἀττικήν. Di. | |
20 | 255 ΤΑΡΤΑΡΟΝ ΕΙΣ ΚΡΥΟΕΝΘ’. Ὅτι τάρταρος, ἀπὸ τοῦ τείρω τὸ δαμάζω, ὁ δεύτερος ἀόριστος ἔταρον, τάρος γίνεται, καὶ κατὰ ἀναδίπλωσιν τάρταρος, ὥσπερ ἀτηρὸν ἀταρ‐ τηρὸν, δάπτω δαρδάπτω. Di. Ibid. ΑΙ ΔΕ ΦΡΕΝΑΣ ΕΥΤ’ ΑΡΕΣΑΝΤΟ. Ἄλλως | |
25 | εὖτ’ ἀρ’ ἕσαντο, ἕσαντο, ἕω, τὸ πληρῶ. Ὁ μέλλων ἕσω, ὁ ἀό‐ ριστος ἦσα καὶ ἕσα κατὰ συστολὴν, ὁ μέσος ἐσάμην, τὸ τρίτον τῶν πληθυντικῶν ἕσαντο. Ἀπὸ τούτου γίνεται καὶ τὸ ἕντο κατὰ συγκοπὴν, παρ’ Ὁμήρῳ, ὡς τὸ ἐξ ἔρον ἕντο· καὶ τὸ ἕσαν εἰς πρῶτον ἀόριστον, κατὰ συστολήν. Di. | |
30 | Ibid. ΕΥΤ’ ΑΡΕΣΑΝΤΟ. Σημαίνει δὲ τὸ ἐχορτάσθη‐ σαν, ἢ εἰς ἄρεσιν καὶ πλήρωσιν ἦλθον, ἐξ οὗ καὶ τὸ ἀραρότα ἐδωδῆς, ἀντὶ τοῦ κεκορεσμένον τροφῆς. Ἀρέσαντο οὖν, ἐκο‐ ρέσαντο. Tz. 257 Σὺν τούτοις δὲ (φησιν) ἵσταντο ἐζωγραφημέναι ἐν | |
35 | τῇ ἀσπίδι καὶ αἱ Μοῖραι. Λέγω δὲ ἡ Κλωθὼ, καὶ ἡ Λάχεσις. Ἡ μέντοι Ἄτροπος, ἣ καὶ αὐτὴ Μοῖρα ἐστὶν, ἐλάττων ἦν, οὐ μεγάλη, ἀλλ’ ὅμως τῶν ἄλλων θεαινῶν μεγαλωτέρα ἦν καὶ | |
ἀρχαιοτέρα. Πᾶσαι δὲ αἱ Μοῖραι ἕνεκεν ἑνὸς νεκροῦ, πόλε‐ | 637 | |
638 | μον ἐποίησαν ἰσχυρὸν, καθάπερ γύπες ἕνεκεν πτώματος. Πρὸς ἀλλήλας δὲ ἔβλεπον δεινῶς. Ἐνέβαλον δὲ χεῖρας καὶ πόδας πρὸς ἀλλήλας μαχόμεναι. Πλησίον δὲ τῶν Μοιρῶν ἵστατο ἡ Ἀχλὺς, ὡς θεὰ, ἥγουν ἡ ἐπὶ θανάτῳ σκότωσις, ἣν καὶ αὐτὴν | |
5 | προσωποποιεῖ ὁ ποιητής. Ἦν δὲ κεκαυμένη καὶ ἀθλία, κατὰ τὸ χρῶμα κιτρίνη, κατάξηρος, συμπεπτωκὸς ἔχουσα τὸ πρόσω‐ πον ὑπὸ τοῦ λιμοῦ· παχύπους, ὡς ὑδεριῶσα· μακροὺς ἔχουσα ὄνυχας, ὡς ἀτημέλητος. Ἧς ἐκ τῶν ῥινῶν μῦξαι ἔῤῥεον, ἐκ δὲ τῶν σιαγόνων ἐχεῖτο εἰς γῆν αἷμα. Ἡ δὲ καταπολὺ ἐκλελυ‐ | |
10 | μένη ἵστατο. Πολὺ δὲ χῶμα ἐπέτρεχε τοὺς ὤμους αὐτῆς, ὡς ἀῤῥώστου καὶ ἀτημελήτου. Ἦν δὲ καὶ ἐν δάκρυσι διάβροχος. Συντάσσεται δὲ καὶ τοῦτο καθ’ ὑπερβατὸν, οὕτως· ἡ δὲ Ἀχλὺς εἱστήκει, ἀπλήτως καὶ μεγάλως σεσαρυῖα καὶ ἐκλελυμένη, μυ‐ δαλέα καὶ διάβροχος οὖσα ἐν δάκρυσι. Πολὺ δὲ χῶμα ἐπὶ | |
15 | τοὺς ὤμους αὐτῆς ἔκειτο. Ταῦτα δὲ πάντα ἁρμόζουσι τοῖς ἐγγὺς θανάτου οὖσι, καὶ ἀῤῥωστοῦσιν, ἢ καὶ ἄλλως πως κα‐ κῶς ἔχουσιν. Di. Ibid. ΑΨ. Ἤγουν ὀπίσω, γινόμενον ἀπὸ τοῦ ὀπίσω κα‐ τὰ ἔκθλιψιν τοῦ ό μικροῦ, καὶ τροπὴν Δωρικὴν τοῦ ώ μεγά‐ | |
20 | λου εἰς ά, καὶ κρᾶσιν τοῦ πʹ καὶ ςʹ εἰς ψʹ, προγραφομένου κατά τινας καὶ τοῦ ί. Di. Ibid. ΜΩΛΟΝ. Ὁ πόλεμος, ὁ μὴ ὅλους ποιῶν τοὺς ἀν‐ θρώπους, ἀλλὰ κολοβούς. Di. 258 ΚΛΩΘΩ ΚΑΙ ΛΑΧΕΣΙΣ. Ἡ μὲν Λάχεσις ἐν αὐ‐ | |
25 | ταῖς ἐλαχιστοτέρα ἦν τῆς Κλωθοῦς, καὶ τῆς Ἀτρόπου, ἀλλ’ ὅμως πρεσβυτέρα καὶ προφερεστέρα. 262 ΔΡΑΚΟΝ. Τὸ θέμα, δέρκω τὸ βλέπω, ὁ μέλλων δέρξω, ὁ ἀόριστος ἔδερξα, ὁ δεύτερος ἔδαρκον, καὶ ἀφαιρέ‐ σει τοῦ έ δράκον. Di. | |
30 | 265 ΚΑΤΑΠΕΠΤΗΥΙΑ. Κατεσκληκυῖα, ἐπίπονος. Τοῖς γὰρ φοβουμένοις περιχεῖται χλωρότης καὶ ξηρότης, ὥσπερ τοῖς λιμώττουσι. Tz. Ibid. ΑΥΣΤΑΛΕΗ. Ἡ κατάξηρος, ἀπὸ τοῦ εὕω εὕσω τὸ φλο‐ γίζω. Εὐσταλέα καὶ αὐσταλέα τροπῇ Δωρικῇ τοῦ έ εἰς ά. Di. | |
35 | Ibid. Τὸ ΚΑΤΑΠΕΠΤΗΥΙΑ καὶ ἀπὸ τοῦ πτήσσω τὸ μετὰ φόβου κεῖμαι, καὶ ἀπὸ τοῦ πτῶμι, τροπῇ τοῦ ώ μεγάλου | |
εἰς ή, εἰς παρακείμενον ἀποβολῇ τοῦ κʹ. Καταπεπτωκὼς δὲ | 638 | |
639 | λέγεταί τις ὑπὸ λιμοῦ, ὁ τὰς σάρκας κοιλανθεὶς καὶ ῥυτιδω‐ θείς. Di. 268 Τὸ ΣΕΣΑΡΥΙΑ ἐνταῦθα ταυτὸ δύναται τῷ κατα‐ πεπτηυῖα. Σαίρω γάρ ἐστι τὸ μειδιῶ, ὁ μέλλων σαρῶ, ὁ μέ‐ | |
5 | σος παρακείμενος σέσηρα καὶ σέσαρα· σεσηρυῖα νῦν, ἤγουν ἀκούσιόν τι μειδίασμα πάσχουσα, καὶ οἱονεὶ χαίνουσα ὑπὸ λειποσαρκίας, καὶ τῆς τοῦ δέρματος ῥυτιδώσεως. Di. 269 ΚΑΤΕΝΗΝΟΘΕΝ. Τὸ θέμα, θέω τὸ τρέχω, καὶ μετὰ τῆς εν προθέσεως ἐνθέω, καὶ κατὰ μετάθεσιν ἐνέθω· ὁ | |
10 | μέλλων ἐνέσω, ὁ παρακείμενος ἤνεκα, ὁ μέσος ἤνοθα, καὶ Ἀτ‐ τικῶς ἐνήνοθα, ἐνήνοθας, ἐνήνοθεν, ἤγουν ἐπέτρεχεν. Di. 270 Πλησίον δὲ (φησιν) ἐκείνων ἦν πόλις εὔκτιστος. Χρυσαῖ δὲ πύλαι ἐφύλασσον τὴν πόλιν ἐκείνην ἑπτὰ, ἡρμο‐ σμέναι καὶ κεκλεισμέναι ἐν ὑπερθυρίοις, ἤγουν τῇ φλιᾷ, ἢ ἐν | |
15 | κλεισίν. Ἐξ ὧν δὲ λέγει, τὰς ἑπταπύλους Θήβας νοεῖν δίδω‐ σιν. Οἱ δὲ ἄνδρες τῆς πόλεως εὐφραίνοντο ἔν τε χοροῖς καὶ ἄλλαις εὐφροσύναις. Οἱ μὲν γὰρ ἦγον ἀνδρὶ τινὶ νύμφην ἐπάνω ἁμάξης εὐσώτρου, καὶ εὐσιδήρου. Ἐπίσωτρον γὰρ τὸ κύκλῳ τοῦ τροχοῦ σίδηρον. Ἠγείρετο δὲ πολὺς ὕμνος, ἤγουν | |
20 | ἐπιθαλάμιος ᾠδή. Ἐν χερσὶ δὲ δούλων ἀπὸ δάδων ἡμμένων ἔλαμπε πῦρ μακράν. Αἱ δὲ γυναῖκες θάλλουσαι τῇ τῶν ἱμα‐ τίων λαμπρότητι, ἡγοῦντο ἔμπροσθεν. Ἐν ταύταις δὲ ἄλλοι χορεύοντες εἵποντο. Καὶ τούτων οἱ μὲν, ηὔλουν· κύκλῳ δὲ αὐτῶν ἐκλᾶτο ὁ ἦχος τοῦ αὐλοῦ. Αἱ δὲ γυναῖκες τῇ εὐρυθ‐ | |
25 | μίᾳ τοῦ αὐλοῦ ἀκολουθοῦσαι ἐχόρευον, ἐκ δὲ τοῦ ἑτέρου μέρους νέοι αὐλοῦντες ἤρχοντο· οἱ μὲν ὀρχούμενοι, οἱ δὲ παίζοντες καὶ γελῶντες· ἕκαστος δὲ ὑπ’ αὐλητῇ ἔκιον καὶ ἤρ‐ χοντο· ἤγουν ἕκαστος εἶχεν αὐλητὴν, ὑφ’ ᾧ ὠρχεῖτο καὶ ἔπαιξε. Πᾶσαν δὲ τὴν πόλιν εὐφροσύναι καὶ λαμπρότητες εἶχον. Di. | |
30 | 271 Ὅτι τὸ ΑΡΑΡΥΙΑ συστολὴν ἔχει τοῦ ή εἰς ά. ἀρη‐ ρυῖα γὰρ τὸ ἐντελὲς, οὕτως· ἀρέω ἀρῶ, ὁ μέλλων ἀρέσω, ὁ μέσος παρακείμενος ἦρα καὶ ἄρηρα Ἀττικῶς. Καὶ Αἰσχύλος· Ἄρηρεν ἥδε γ’ ὠλένη δυσεκλύτως. Ἡ μετοχὴ ὁ ἀρηρὼς, καὶ τὸ θηλυκὸν ἡ ἀρηρυῖα. Ἀλλὰ δὴ | |
35 | καὶ τὸ ὀρώρει συστολὴν ἔχει τοῦ ώ μεγάλου εἰς ό μικρόν. | |
Ὄῤῥω γὰρ τὸ διεγείρω, ὁ μέλλων ὀρῶ, ὁ μέσος παρακείμενος | 639 | |
640 | ὦρα, καὶ Ἀττικῶς ὄρωρα, ὁ ὑπερσυντελικὸς ὤφειλεν εἶναι ὠρώρειν· τὰ γὰρ Ἀττικὰ τὰ ἀπὸ βραχέως ἀρχόμενα ἐν τῷ πα‐ ρακειμένῳ χρονικῶς μεγεθύνονται ἐν τῷ ὑπερσυντελικῷ. Ὥστε συστολὴν ἔχει τὸ ὀρώρει διὰ τὴν τοῦ μέτρου ἀνάγ‐ | |
5 | κην. Di. Ibid. ΧΡΥΣΕΙΑΙ ΔΕ ΜΙΝ ΕΙΧΟΝ. Ἦν καὶ πόλις ἐκεῖ, χρυσᾶς ἔχουσα πύλας ἑπτά. Οἱ δὲ ἄνδρες τῆς πόλεως, οἱ μὲν ἔπαιζον, ἄλλοι δὲ ἐφ’ ἁμάξης νύμφην ἀνδρὶ ἔφε‐ ρον. Tz. | |
10 | 275 ΤΗΛΕ Δ’ ΑΠ’ ΑΙΘΟΜΕΝΩΝ ΔΑΙΔΩΝ. Τὸ δαΐδων ἐντελές ἐστι τοῦ δάδων. Ἀπὸ γὰρ τοῦ δαίω τὸ καίω δαῒς καὶ δάς. Ὀξύνεται δὲ τὸ δὰς, ὅτι τὰ ὀξυνόμενα ἐν τῇ συναιρέσει πάλιν ὀξύνεται· ἑσταὼς ἑστὼς, δαῒς δὰς, καὶ τὰ τοιαῦτα. Di. | |
15 | Ibid. ΣΕΛΑΣ ΕΙΛΥΦΑΖΕ. Τὸ εἰλύφαζεν ἀπὸ τοῦ εἴλη ἡ λαμπρότης, καὶ τοῦ φῶ τὸ λάμπω, δύο ταυτοσημάντων λέ‐ ξεων. Di. 276 ΤΕΘΑΛΥΙΑΙ. Θάλλω, ὁ μέλλων θαλῶ, ὁ παρα‐ κείμενος τέθαλκα, ὁ μέσος τέθηλα, ἡ μετοχὴ ὁ τεθηλὼς, τὸ | |
20 | θηλυκὸν ἡ τεθηλυῖα. Di. 278 ἹΕΣΑΝ. Ἤγουν ἔπεμπον· τὸ θέμα ἵημι, καὶ ὁ παρατατικὸς ἵην, τὸ τρίτον τῶν πληθυντικῶν ἵεσαν. Di. 281 ΝΕΟΙ ΚΩΜΑΖΟΝ. Τὸ ἐκώμαζον, ἢ ἐτραγῴδουν, ἀκολουθοῦντες τῷ αὐλῷ, ἢ πρὸς τὴν κώμην ἀπήρχοντο | |
25 | σὺν τῷ αὐλῷ, οἱόν ἐστι καὶ τὸ Κωμάζω ποτὶ τὰν Ἀμαρυλλίδα παρὰ τῷ Θεοκρίτῳ. Di. 285 Τινὲς δὲ (φησι) τῶν τῆς πόλεως ἐκείνης ἀναβάντες ἵππους ἔμπροσθεν τῆς πόλεως ἔτρεχον. Ἀροτῆρες δὲ ἠροτρίων, | |
30 | ἀνεσταλμένους, ἤγουν ἀνεζωσμένους, ἔχοντες τοὺς χιτῶνας. Ἦν δὲ καὶ χωράφιον βαθύ. Οἱ μὲν οὖν ἐκείνων ἐν δρεπάναις ὀξείαις ἐθέριζον τὰ πέτηλα, ἤγουν τὰς καλάμας τὰς ἀπορμυ‐ δουμένας, διὰ τὸν ἄσταχυν. Τὰ καὶ καταβαρούμενα ὑπὸ τῶν ἀσταχύων, ἅτε δὴ δῶρον ὄντα τῆς Δήμητρος· οἱ δὲ ἐδέ‐ | |
35 | σμουν τὰ χειρόβολα καὶ ἔῤῥιπτον εἰς τὴν ἅλωνα. Οἱ δὲ ἐτρύ‐ | |
γων ἀμπέλους, κρατοῦντες μαχαίρας· ἄλλοι δὲ ἔφερον λαμ‐ | 640 | |
641 | βάνοντες ἀπὸ τῶν τρυγώντων ἐν καλαθίσκοις βότρυας λευκοὺς καὶ μέλανας ἀπὸ μεγάλων κλάδων καταβαρουμένων ἐν φύλ‐ λοις καὶ ἀργυραῖς ἕλιξιν, ἃς ψαλίδας φαμὲν ἰδιωτικῶς. Τὸ δὲ ἐκ δευτέρου λεγόμενον, οἱ δ’ αὖτ’ ἐς ταλάρους ἐφόρευν, δο‐ | |
5 | κεῖ ἐπανάληψις εἶναι. Συντάσσεται δὲ οὕτως. Οἳ δὴ καὶ οὗ‐ τοι, ἤγουν οἱ εἰρημένοι, ἔφερον αὐτὰ ἐν ταλάροις. Ὅτι δὲ καὶ τὰ μακρὰ κουφίζονται, δῆλον ἀπὸ τοῦ Βούλομ’ ἐγὼ λαὸν σόον ἔμμεναι, παρ’ Ὁμήρῳ. Τὸ δὲ | |
10 | — —κλυτὰ ἔργα περίφρονος Ἡφαίστοιο, ἀντὶ τοῦ κλυτὸν ἔργον, τὸ πληθυντικὸν ἀντὶ ἑνικοῦ, καὶ Ὅμηρος· Αἰεί τοι τὰ κάκ’ ἐστὶ φίλα φρεσὶ μαντεύεσθαι, ἤγουν φίλον. Πλησίον δὲ αὐτῶν κλῆμα ἦν χρυσοῦν, μέγα | |
15 | ἔργον τοῦ φρονιμωτάτου Ἡφαίστου, σειόμενον καὶ κινούμε‐ νον ἐν φύλλοις καὶ ἀργυραῖς κάμαξιν, ἤγουν ἕλιξιν, ἢ χάραξι καταβαρούμενον σταφυλαῖς, αἳ μέλαιναι ἦσαν. Οἱ μὲν οὖν τῶν ἀνδρῶν ἐκένουν τὰς σταφυλὰς ἐν τοῖς ληνοῖς (τοῦτο γὰρ σημαίνει τὸ, ἐτράπεον) ἢ συνέθλιβον τοῖς ποσίν. Οἱ δὲ ἤρυον | |
20 | καὶ ἤντλουν τὸν οἶνον. Ἄλλοι δὲ ἐμάχοντο κονδυλίζοντες ἀλ‐ λήλους, ἤγουν τῷ γρόνθῳ βάλλοντες, καὶ ἀπὸ τῶν ἱματίων ἕλκοντες. Οἱ δὲ ἐκυνήγουν λαγωοὺς, ἄνδρες ὁμοῦ κυνηγέται, καὶ ὀξυόδοντες κύνες, ἔμπροσθεν τῶν ἀνδρῶν πορευόμενοι, δηλονότι. Οἱ μὲν κύνες ἐφιέμενοι καταλαβεῖν τοὺς λαγωοὺς, | |
25 | οἱ δὲ λαγωοὶ ἐφιέμενοι ἐκφυγεῖν. Di. 285 ΠΡΟΠΑΡΟΙΘΕ ΠΟΛΗΟΣ. Τὸ ΠΟΛΗΟΣ ἔκτα‐ σιν ἔχει. Πόλις γὰρ πόλιος κοινῶς, καὶ πόλεος Ἰωνικῶς, καὶ τροπῇ τοῦ ε εἰς η, πόληος. Di. 287 ἨΡΕΙΚΟΝ. Ἤγουν ἔσχιζον. Ἐρύκω τὸ κωλύω, | |
30 | ψιλόν· ἀφ’ οὗ καὶ Ἔρυξ Ἔρυκος κύριον. Ἐρείκω δὲ τὸ κόπτω δίφθογγον. Ἀφ’ οὗ καὶ ἔτνος ἐρεικτὸν, ὡς παρὰ τῷ Ἀρι‐ στοφάνει· Ἔτνους κατερεικτοῦ χύτρας δύ’ ἢ τρεῖς. Ibid. Τὸ ΕΠΙΣΤΟΛΑΔΗΝ ἀντὶ τοῦ κοσμίως, καὶ ἀνε‐ | |
35 | σταλμένως. 288 Τὸ δὲ ΕΣΤΑΛΑΤ’ ἤγουν ἐστάλαται, ἀντὶ τοῦ ἀνε‐ | |
ζωσμένοι ἦσαν. Οἱ γὰρ περὶ ἐργασίαν ἀσχολούμενοι ἀνεζωσ‐ | 641 | |
642 | μένοι τὰ ἄκρα τῶν ἱματίων εἰσίν. Ἰωνικὸν δὲ τὸ ἘΣΤΑΛΑ‐ ΤΑΙ, ὡς τὸ τετύφαται, ἀπὸ τοῦ στέλλω τὸ κοσμῶ, οὗ τὸ τρί‐ τον πρόσωπον τοῦ παθητικοῦ παρακειμένου ἔσταλται, καὶ πλεονασμῷ τοῦ ά ἐστάλαται, τὸ τρίτον τῶν πληθυντικῶν. Di. | |
5 | 289 Τὸ ΚΟΡΥΝΙΟΕΝΤΑ διφορεῖται. Καὶ γὰρ καὶ κο‐ ρωνιόεντα γράφεται, ἤγουν μέλανα· καὶ γὰρ τῶν ἀσταχύων οἱ μὲν λευκοὶ, οἱ δὲ πυῤῥοὶ, οἱ δὲ μέλανες, οἳ καὶ τῶν ἄλλων διαφορώτεροι· ἢ κορυνιόεντα, ἤγουν ῥαβδώδη, καὶ δι’ εὐκαρ‐ πίαν εὔογκα· κορύνη γὰρ ἡ ῥάβδος. Di. | |
10 | Ibid. ΚΟΡΥΝΙΟΩΝΤΑ ΠΕΤΗΛΑ. Τὰ ἐπικαμπῆ γεν‐ νήματα κατεχρήσατο· Πέτηλα γὰρ τὰ φύλλα λέγονται. λέγει δὲ τοὺς ἐπικαμπεῖς στάχυας. ΑΛΛΩΣ. Εἶδος ἀντὶ εἴδους ἐνταῦθα ἐδέξατο. Ἔμελλε γὰρ εἰπεῖν τοὺς καρποὺς, ἤγουν ἀστάχυας, καὶ εἶπε φύλλα. Tz. | |
15 | 291 ΟΙ Δ’ ΑΡ’ ΕΝ ἙΛΛΕΔΑΝΟΙΣΙ. Ἑλλεδανὸς ὁ δεσμὸς, ἀπὸ τοῦ ἕλω τὸ κρατῶ καὶ τοῦ δέω τὸ δεσμῶ, δύο ταυ‐ τοσημάντων λέξεων. Ibid. ΚΑΙ ΕΠΙΠΛΟΝ ΑΑΩΗΝ. Ἄλλως ΚΑΙ ΕΠΙ‐ ΤΝΟΝ ἉΛΩΗΝ. Τὸ πίτνω ἀπὸ τοῦ πέτω, πλεονασμῷ τοῦ | |
20 | νʹ· ἔστι δὲ καὶ πίτνω καὶ πιτνῶ. Ἁλωὴ, ὁ ὁμαλὸς τόπος, ἐν ᾧ τὶς ἁλωήσει καὶ συντρίψει στάχυας. Ἡ μὲν οὖν ἅλως, ἣ καὶ ἅλων λέγεται, καὶ ἁλωὴ, οὐ μέν τοι πᾶσα ἁλωὴ καὶ ἅλως, καὶ γὰρ οἱ τῶν ἀμπελώνων χῶροι ἁλωαί. Di. Ibid. ἙΛΛΕΔΑΝΟΙΣΙ. Τὰ κοῖλα τῶν ἀσταχύων λέ‐ | |
25 | γει. Tz. Ibid. ΕΠΙΠΛΟΝ. Ἐπλήρουν, ἢ ἐξέτεινον ἐπὶ τὴν ἅλω· τουτέστιν ἔψυγον, ἥπλουν ἐπὶ τὸ ξηρανθῆναι. Tz. 293 ΟΙ Δ’ ΑΥΤ’ ΕΣ ΤΑΛΑΡΟΥΣ. Τάλαρος ὁ καλα‐ θίσκος, ἀπὸ τοῦ ταλαὸς καὶ καρτερικὸς εἶναι, ἤγουν βαστα‐ | |
30 | κτικὸς τοῦ ἐντὸς ὄγκου. Τὸ ΕΦΟΡΕΥΝ καὶ ἤρευν, καὶ τὰ τοιαῦτα Αἰολικά εἰσιν, ἀπὸ τοῦ ἐφόρουν καὶ ἤρουν γινόμενα, τροπῇ τοῦ ό εἰς έ. Di. 293 ὙΠΟ ΤΡΥΓΗΤΗΡΩΝ. Τρυγητὴρ ὁ τρυγῶν, ὡς | |
ἰατήρ. Di. | 642 | |
643 | 295 ΚΑΙ ΑΡΓΥΡΕΗιΣ ἙΛΙΚΕΣΣΙΝ. Ἑλίκεσσιν, ἤγουν ψαλίσιν. Ἰστέον δὲ ὅτι οἱ ποιηταὶ τὰς εἰς ες ληγούσας εὐθείας τῶν πληθυντικῶν, προστιθέντες τὸ ί, ποιοῦσι δοτικὰς τῶν πληθυντικῶν, οἷον Αἴαντες Αἰάντεσιν; ὄνυχες ὀνύχεσιν, ἕλι‐ | |
5 | κες ἑλίκεσιν· ἕλιξ δέ ἐστιν ἡ λεγομένη τοῦ κλήματος ψαλὶς, ἀπὸ τοῦ ἑλίσσω τὸ συστρέφω γινομένη· συνεστραμμένη γάρ ἐστι καὶ ἐπικαμπής. Di. 298 ΚΑΙ ΑΡΓΥΡΕΟΙΣΙ ΚΑΜΑΞΙ. Κάμαξ, εἰ μὲν τὴν ἕλικα σημαίνει ἀπὸ τοῦ κάμπτω, ὡς ἐπικαμπὴς, εἰ δὲ τὴν | |
10 | χάρακα, ἀπὸ τοῦ κάμνω. κάμνει γὰρ τὸ χαράκιον ἀνέχον τὸ κλῆμα. Di. Ibid. ΚΑΜΑΞΙ. Θηλυκῶς μὲν ῥάβδοι, ἢ κάλαμοι τὰς ἀμπέλους περιπεφραγυῖαι. Ἀρσενικῶς δὲ σημαίνει τὸ ὄρυγμα, ἢ τοὺς πασσάλους, τοὺς πρὸς τὴν τῶν πολεμίων ἐρωήν. Εἴρη‐ | |
15 | ται δὲ παρὰ τὸ καμεῖν. Tz. 302 ΠΥΞ ΤΕ ΚΑΙ ἙΛΚΗΔΟΝ. Τῇ ἑλκύσει ἕτερος τὸν ἕτερον πρὸς ἑαυτὸν τῇ χειρὶ ἕλκοντες ἀλλήλους, καὶ πὺξ ἀγωνιζόμενοι. Tz. 303 ΚΑΡΧΑΡΟΔΟΝΤΕ ΚΥΝΕ. Χαυλιόδοντα μὲν λέ‐ | |
20 | γονται, ὅσα ἔχουσι τοὺς ὀδόντας ἐξεστηκότας τοῦ στόματος, οἷον ἐλέφας καὶ χοῖρος· καρχαρόδοντα δὲ, ὅσα ἐντὸς μὲν ἔχουσι τοὺς ὀδόντας, ἀλλ’ ὀξεῖς, καὶ οἷον κεχαραγμένους, οἷον λέων, πάρδαλις, λύκος, κύων. Di. 305 Πλησίον δὲ (φησὶ) ταύτης τῆς ἱστορίας ἱππεῖς ἀγω‐ | |
25 | νισταὶ ἠγωνίζοντο· ἕνεκεν δὲ τῶν στεφάνων ἐμάχοντο, ἢ ἐν τοῖς ἀγῶσιν αὐτοῖς ἐμάχοντο. Ἀναβεβηκότες δέ τινες ἡνίοχοι, ἤγουν καβαλλάριοι, ἐπάνω δίφρων εὐκατασκευάστων ἀπέλυ‐ σαν τοὺς ταχεῖς ἵππους, ἐνδόντες τοὺς χαλινούς. Τὰ δὲ ἅρ‐ ματα τὰ κεκολλημένα, ἤγουν αἱ ἅμαξαι τοῦ δίφρου, ἐπέτοντο | |
30 | τῷ δρόμῳ τῶν ἵππων· αἱ πλῆμναι δὲ καὶ αἱ τρύπαι τῶν τρο‐ χῶν, μέγα ἤχουν. Οἱ μὲν οὖν διηνεκῆ εἶχον τὸν ἀγῶνα, οὐδὲ γὰρ ἦν γεγραμμένη ἐν αὐτοῖς ἡ νίκη, ἀλλ’ ἦν ἔτι ἄγνωστος. Ἔκειτο δὲ καὶ μέγας τρίπους ἐντὸς τοῦ ἀγῶνος, χρυσοῦς, γέ‐ ρας τῷ νικήσοντι, ἔργον ἐπαινετὸν τοῦ Ἡφαίστου. Di. | |
35 | 306 ΔΗΡΙΝ ΕΧΟΝ ΚΑΙ ΜΟΧΘΟΝ. Ἄλλως ΚΑΙ | |
ΜΟΘΟΝ. Μόθος ἀπὸ τοῦ μὴ ὄθεσθαι, ἤγουν ἐπιστρέφεσθαι | 643 | |
644 | καὶ φροντίζειν ἄλλου τινὸς πράγματος τὸν μαχόμενον, ἀλλὰ μόνου τοῦ πολέμου γίνεσθαι. Di. 308 ῬΥΤΑ. Τὰ χαλινὰ, ἀπὸ τοῦ ἐρύω, τὸ ἑλκύω, κυρίως δὲ τὰ λεγόμενα ῥέτεινα. Ἡνία, ὁ χαλινὸς, ἀπὸ τοῦ ἀνιῶ τὸ λυ‐ | |
5 | πῶ, κημὸς ἀπὸ τοῦ κάμνω, φιμὸς ἀπὸ τοῦ ἴφιμος εἶναι, ἤγουν στεῤῥὸς χαλινὸς ἀπὸ τοῦ χαλᾶν τὴν ἶνα. Φορβειὰ δὲ τὸ καπί‐ στριον τὸ τῇ φορβῇ τοῦ ἵππου ἁρμόζον. Di. 309 ἉΡΜΑΤΑ ΚΟΛΛΗΕΝΤ’. Κολλήεντα. Ἡ κόλλη‐ σις διχῶς· κατὰ ἁρμονίαν, καὶ κατὰ πρόσφυσιν, ὡς ἐπὶ ξύλων | |
10 | καὶ μετάλλων. Di. Ibid. ΕΠΙ ΔΕ ΠΛΗΜΝΑΙ ΜΕΓ’ ΑΥΤΕΥΝ. Πλήμνη ἡ τοῦ τροχοῦ τρύπη, ἡ πληρουμένη ὑπὸ τῶν ἀξονίων, ἢ πλῆμναι αὐτὰ τὰ ἀκροξόνια. Di. Ibid. ΕΠΙ ΔΕ ΠΛΗΜΝΑΙ. Πλῆμναι εἰσὶ τὰ ξύλα τοῦ | |
15 | κραβάτου, τὰ τῷ ἄξονι ἀντερείδοντα, εἰς ἃ πολλάκις καὶ λί‐ πος ἐμβάλλουσιν οἱ γεωργοὶ, ἐπὶ τὸ ταχέως διατρέχειν τὴν ἅπα‐ σαν ἅμαξαν. Tz. 311 ΝΙΚΗ ΕΠΗΝΥΣΘΗ. Ἤγουν ἐτελειώθη, ἐκ τοῦ ἀνύω. Τοῦτο δὲ ἀπὸ τοῦ ἕω, τὸ πληρῶ. Καὶ γίνεται ἕνω, | |
20 | καὶ ἄνω καὶ ἀνύω, τροπῇ Δωρικῇ τοῦ έ εἰς ά, παρά τισι μέντοι ψιλοῦται, παρά τισι δὲ δασύνεται. Di. Ibid. ΑΛΛ’ ΑΚΡΙΤΟΝ ΕΙΧΟΝ ΑΕΘΛΟΝ. Ἀλλ’ ἄθ‐ λον, ἤτοι τὴν μάχην, εἶχον ἀδιαχώριστον. Οὐδεὶς δὲ ἐνίκα, πάντες δὲ ἐπροθυμοῦντο. Tz. | |
25 | 312 ΜΕΓΑΣ ΤΡΙΠΟΣ ΕΝΤΟΣ ΑΓΩΝΟΣ. Τρίπος συγκοπῇ Αἰολικῇ τοῦ ύ· ἔστι δὲ τρίπους κρατὴρ μέγας, τρεῖς πόδας ἔχων, ὁ νῦν βαρβάρως λεγόμενος χοτζᾶς. Di. 314 Περὶ δὲ τὴν ἴτυν (φησὶ) καὶ τὴν περιφέρειαν, ἤγουν τὸ ἄκρον τῆς ἀσπίδος, ἦν ἐζωγραφημένος ὁ Ὠκεανὸς, ἤγουν | |
30 | ἡ κύκλῳ τῆς γῆς θάλασσα, παρόμοιος πλημμυροῦντι τινὶ πε‐ λάγει· περιεῖχε δὲ ὅλον τὸ σάκος τὸ ποικίλον. Εἰς αὐτὸν δὲ τὸν Ὠκεανὸν κύκνοι μεγάλως ἐφώνουν, οἳ πολλοὶ ἔπλεον ἐκεῖ εἰς τὸ ἄκρον ὕδωρ. Ἐκλονοῦντο δὲ (τουτέστιν ἐκινοῦντο) καὶ ἰχθύες ἐκεῖ. Θαῦμα δὲ ἐνεποίει ἡ σοφία τῷ Διῒ, δι’ ὃν ὁ | |
35 | Ἥφαιστος κατεσκεύασε τὴν ἀσπίδα ἐκείνην. Τοῦτο δὲ τὸ σάκος ὁ Ἡρακλῆς ἐκίνει εὐκόλως ἐν ταῖς ἰδίαις χερσίν· ἐπεὶ δὲ ὡπλί‐ σθη ὁ Ἡρακλῆς, ἀνέβη εἰς τὸν δίφρον, ὅμοιος ἀστραπῇ, κού‐ φως. Ὁ δὲ Ἰόλαος ὁ ἡνίοχος σὺν τούτῳ ἐπιβὰς τοῦ δίφρου | |
ἡνιόχει τὸ ἅρμα. Di. | 644 | |
645 | Ibid. ΑΜΦΙ Δ’ ΙΤΥΝ. Ἴτυς ἡ περιφέρεια τοῦ ἅρμα‐ τος, ἤγουν ὁ γύρος, ἀπὸ τοῦ ἴω τὸ πορεύομαι, ἡ κύκλῳ διϊ‐ οῦσα. Di. Ibid. ΩΚΕΑΝΟΣ. Ὠκεανὸς ἀπὸ τοῦ ὠκέως νάειν. Di. | |
5 | 317 ΠΑΡ’ Δ’ ΙΧΘΥΕΣ ΕΚΛΟΝΕΟΝΤΟ. Ἐπειδὴ εἶπεν ἰχθύες ἐκλονέοντο, ἐπήγαγε, θαῦμα ἦν ἰδεῖν καὶ αὐτῷ τῷ Διῒ, οὗ διὰ βουλὰς ἡ ἀσπὶς ἐγίνετο. Tz. 319 ΜΕΓΑ ΤΕ ΣΤΙΒΑΡΟΝ ΤΕ. Στιβαρὸν ἀπὸ τοῦ στείβω τὸ περιπατῶ, οὗ ὁ δεύτερος ἀόριστος ἔστιβον, τὰ γὰρ | |
10 | στιβαρὰ τῶν πίλων ἐκ τοῦ πατεῖσθαι. Di. 322 ΕΙΚΕΛΟΣ ΑΣΤΕΡΟΠΗι. Ὅτι στεροπὴ καὶ ἀστραπὴ, καὶ ἀστεροπὴ, τὸ αὐτό ἐστιν· ἀλλὰ τὸ μὲν στε‐ ροπὴ ἀπὸ τοῦ στερίσκειν ὀπὸς καὶ φωνῆς, διὰ τὸ πολ‐ λοὺς γίνεσθαι ἐμπλήκτους καὶ ἐμβροντήτους ἀπὸ τῶν ἀστρα‐ | |
15 | πῶν· ἀστεροπὴ δὲ ἀπὸ τοῦ ὄπτεσθαι καὶ βλέπεσθαι ὡς ἀστήρ· ἀστραπὴ δὲ ἀπὸ τοῦ ὡς ἀστέρας ἰάπτειν καὶ πέμ‐ πειν. Di. 323 ΚΟΥΦΑ ΒΙΒΑΣ. Τὸ ΒΙΒΑΣ ἀναδίπλωσιν ἔχει Ἰωνικήν. Βὰς γὰρ ἦν, ἀπὸ τοῦ βίβημι, εἰς δεύτερον ἀόρι‐ | |
20 | στον, ἢ καὶ εἰς παρατατικόν. Di. 325 Πλησίον δὲ αὐτῶν (φησὶν) ἦλθεν ἡ Ἀθηνᾶ, καὶ παραθαρσύνουσα αὐτοὺς εἶπε· χαίρετε οἱ ἀπὸ Λυγγέως τοῦ ἐν‐ δόξου καταγόμενοι, νῦν δὴ ὁ Ζεὺς δίδωσιν ὑμῖν νίκην, ὥστε φονεῦσαι τὸν Κύκνον καὶ ἐκδῦσαι αὐτὸν τὰ ὅπλα αὐτοῦ. Σοὶ | |
25 | δὲ ὦ Ἡρακλῆς ἐρῶ ἄλλό τι, ἡνίκα τὸν Κύκνον στερίσῃς ἀπὸ τῆς ζωῆς, τοῦτον μὲν ἄφες ἐκεῖ ἔνθα πέσῃ, καὶ τὰ ὅπλα αὐτοῦ. Σὺ δὲ ἐπιτηρήσας τὸν Ἄρην ἐπερχόμενόν σοι, ἔνθα ἴδῃς ἀπο‐ γυμνωθέντα αὐτὸν τοῦ σάκους, ἐκεῖ τρῶσον αὐτὸν μετὰ τοῦ δόρατος, ἀποχώρησον δὲ εὐθὺς ὀπίσω, ἐπεὶ οὐκ ἔστι σοι εἱμαρ‐ | |
30 | μένον οὔτε τοὺς ἵππους τοῦ Ἄρεος λαβεῖν, οὔτε τὰ ὅπλα αὐ‐ τοῦ. Di. 325 Τὸ ΑΓΧΙΜΟΛΟΝ ἐπίῤῥημά ἐστιν εἰς παρατατικὸν, ἐκ τοῦ μολῶ τὸ παραγίνομαι· σημαίνει δὲ τὸ πλησίον. Di. 327 ΧΑΙΡΕΤΕ ΛΥΓΓΗΟΣ ΓΕΝΕΗ. Λυγγεὺς ἦν βα‐ | |
35 | σιλεὺς τοῦ Ἄργους. Ἀπὸ Λυγγέως γὰρ Ἄβας, οὗ Ἀκρίσιος, οὗ Δανάη, ἧς Περσεὺς, οὗ Ἀλκαῖος, ὁ τοῦ Ἠλεκτρύωνος | |
καὶ Ἀμφιτρύωνος. Τοῦ δὲ Ἡρακλῆς καὶ Ἴφικλος, Ἰφίκλου | 645 | |
646 | δὲ Ἰόλαος. Γένος γὰρ τοῖς φιλοσόφοις δοκεῖ καὶ τὸ ἕν· ὡς Ἡρακλῆς, καὶ Ἀντίοχος, καὶ Λυγγεὺς καὶ Κέκροψ. Καὶ γὰρ καὶ γένος λέγεται καὶ ἡ τινῶν ἐχόντων πῶς πρὸς ἕν τι καὶ πρὸς ἀλλήλους ἄθροισις, ὡς παρὰ τῷ Πορφυρίῳ μεμαθήκα‐ | |
5 | μεν. Τέκνα λεχθείησαν οἱ Ἀργεῖοι τοῦ Λυγγέως, ὡς ἑνός τι‐ νος ἐξ οὗ κατάγεται. Ὥσπερ οἱ Ἡρακλεῖδαι, καὶ Κεκροπίδαι, καὶ οἱ λοιποί. Tz. 329 ΚΥΚΝΟΝ Τ’ ΕΞΕΝΑΡΕΙΝ. Ἐξεναρεῖν, ἤγουν φονεῦσαι· τὸ θέμα, ἐναίρω τὸ φονεύω. Di. | |
10 | 331 ΓΛΥΚΕΡΗΣ ΑΙΩΝΟΣ. Ὅτι τὸ προφέρειν τὰ ἀρσε‐ νικὰ γένη θηλυκῶς, Ἀττικόν ἐστιν, ὡς ἐνταῦθα ΓΛΥΚΕΡΗΣ ΑΙΩΝΟΣ· καὶ Πίνδαρος, Ἐρήμης δι’ αἰθέρος. Di. Ibid. ΑΜΕΡΣΗιΣ. Ἀπὸ τοῦ ἀμέρδω τὸ ἀφανίζω· τοῦ‐ | |
15 | το δὲ ἀπὸ τοῦ ἀμῶ τὸ θερίζω. Di. 334 ΕΝΘΑ ΚΕ. Τὸ Ἔνθα, ποτὲ μὲν σημαίνει τὸ ὅπου, ὡς τὸ ΕΝΘΑ ΚΕ ΓΥΜΝΩΘΕΝΤΑ· ποτὲ δὲ τὸ ἐκεῖ· ὡς τὸ ΕΝΘ’ ΟΥΤΑΜΕΝ. Ὅπερ ἀπὸ τοῦ ἐνταῦθα δοκεῖ γίνεσθαι κατὰ συγκοπήν. Di. | |
20 | Ibid. ΣΑΚΕΥΣ. Οἱονεὶ τοῦ σάκους. Οἱ γὰρ Δωριεῖς οὕτω κλίνουσι· τὸ σάκος τοῦ σάκευς, τὸ βέλος τοῦ βέλευς. Τὸ γὰρ εο, εἰς ευ τρέπουσιν. Tz. 335 ΕΝΘ’ ΟΥΤΑΜΕΝ. Τρῶσον μὲν, φησὶ, μόνον, καὶ ἀναχώρει. Ἐπεὶ οὐχ ἥμαρται σοι οὔτε τοὺς ἵππους αὐτοῦ | |
25 | λαβεῖν, οὔτε αὐτὸν φονεῦσαι. Tz. 338 Οὕτω συμβουλευσαμένη (φησὶν) ἡ Ἀθηνᾶ ἀνέβη εἰς τὸν δίφρον, κρατοῦσα ἐν ταῖς χερσὶ νίκην καὶ δόξαν, τουτέστι, νικηφόρος οὖσα ἀνέβη εἰς τὸν δίφρον σπουδαίως. Τότε δὴ ὁ ἀπὸ Διὸς καταγόμενος Ἰόλαος μέγα καὶ φοβερὸν ἐφώνει τοῖς | |
30 | ἵπποις, καὶ διήγειρεν αὐτοὺς ποππυσμοῖς. Οἱ δὲ ἵπποι διερε‐ θισθέντες ὑπὸ τῆς ἀπειλητικῆς ἐκείνης φωνῆς εὐχερῶς ἔφερον τὸ ἅρμα, ἕλκοντες ἐπὶ τοῦ τόπου ἐκείνου· ἐνέβαλε γὰρ αὐτοῖς | |
δύναμιν ἡ Ἀθηνᾶ, κινήσασα τὴν αἰγίδα. Αὕτη γὰρ ἡ αἰγὶς ἦν | 646 | |
647 | τὸ δέρμα τῆς Ἀμαλθείας αἰγός· λέγοι δ’ ἂν ἐνταῦθα Ἀθηνᾶν μὲν τοῦ Ἰολάου ἡνιοχευτικὴν ἐπιστήμην καὶ φρόνησιν· αἰγίδα δὲ, μύωπα αἴγειον, ὃς θυμικωτέρους καὶ εὐκινητοτέρους κα‐ θίστα τοὺς ἵππους· εἶτα φησὶν, ὡς ἀπὸ τῆς τῶν ἵππων κινή‐ | |
5 | σεως ἤχει ἡ γῆ κύκλῳ. Τοῦτο γὰρ ἐμφαίνει ἡ περὶ πρόθεσις· οἱ δὲ (ἤγουν ὁ Κύκνος, καὶ ὁ Ἄρης) ὁμοῦ ἦλθον, ὅμοιοι ἢ πυρὶ ἢ ἀνέμῳ ὀξεῖ, καὶ οἱ ἵπποι τούτων ἀντικρὺ ἱστάμενοι ὀξέως ἐχρεμέτισαν. Ἤγετο δὲ κύκλῳ ὁ τοῦ χρεμετισμοῦ ἦχος. Di. | |
10 | 339 ΝΙΚΗΝ ΑΘΑΝΑΤΗιΣ ΧΕΡΣΙΝ. Εὐκαίρως διέσταλκεν τῆς Ἀθηνᾶς τὴν νίκην, ἐν ταῖς ἀθανάταις αὐτῆς χερσὶ κατέχουσα τὴν νίκην. Tz. 340 Τὸ ΔΙΟΓΝΗΤΟΣ συγκοπὴν ἔχει ἀπὸ τοῦ διογένη‐ τος, ἢ ὁ γνωτὸς, ἤγουν γνωστὸς τῷ Διΐ· ἐπεὶ ὁ Ἰόλαος οὐ | |
15 | κατήγετο ἀπὸ τοῦ Διὸς, εἰ μή τις τὸ ἀνέκαθεν ἰσχυρίζοιτο. Γίνεται οὖν διόγνωτος, καὶ τροπῇ συνήθει τοῦ ώ μεγάλου εἰς ή, διόγνητος. Di. 341 Τὸ ΕΚΕΚΛΕΤΟ εἰς ὑπερσυντελικὸν ἀπὸ τοῦ κλέω, ὅπερ ἀπὸ τοῦ καλέω συνεκόπη. Ἢ καὶ εἰς παρατατικὸν, ἀπὸ | |
20 | τοῦ κέκλω, ὅπερ ἀπὸ τοῦ κλέω κατὰ συγκοπὴν καὶ ἀναδίπλω‐ σιν γίνεται. Di. 342 ΚΟΝΙΟΝΤΕΣ. Ἤγουν τρέχοντες. Ἐν γὰρ τῷ τρέ‐ χειν κόνις ἤγουν χῶμα ἐγείρεται, ἢ ἀπὸ τοῦ κονῶ τὸ ἐνεργῶ. Di. | |
25 | 345 ΤΟΙ Δ’ ΑΜΥΔΙΣ. Ὥσπερ ἀπὸ τοῦ ἄλλῃ, ἤγουν ἀλλαχοῦ, τὸ ἄλλυδις· οὕτως ἀπὸ τοῦ ἅμα, τὸ ἄμυδις, ἤγουν ἅμα ἢ ὁμοῦ. Di. 348 Τὸ ΑΓΝΥΤΟ δὲ, ἢ τὸ ἐφέρετο, ἢ τὸ ἐκλᾶτο σημαί‐ νει· καὶ ἀμφότερα γὰρ συμβιβάζεται πρὸς τὴν ἔννοιαν. Τὸ | |
30 | μὲν ἐφέρετο, ὅτι σῶμα ἡ φωνὴ, καὶ σῶμα φερόμενον· τὸ δὲ ἐκλᾶτο, διὰ τὸ τῆς ἠχοῦς ὑστερόφωνον, διεσπασμένον ὂν καὶ ἡμίφωνον. Di. 349 ΠΡΟΣ ΤΟΝ ΚΥΚΝΟΝ δὲ (φησὶν) εἶπεν ὁ Ἡρα‐ κλῆς, ὦ φίλε Κύκνε, διὰ τί καθ’ ἡμᾶς ἐπιφέρετε τοὺς ταχεῖς | |
35 | ὑμῶν ἵππους; τὸ γὰρ ΕΠΙΣΧΕΤΕ ἀντὶ τοῦ ἐπάγετε· ἔχω γὰρ καὶ ἴσχω τὸ φέρω. Καὶ γὰρ καὶ ἡμεῖς ἔμπειροι ἐσμὲν τοῦ πο‐ | |
λέμου, καὶ τῆς κακοπαθείας. Ἀλλὰ ἄπαγε τὸν εὔξεστον δί‐ | 647 | |
648 | φρον ἐκτὸς, καὶ θέλησον ἐξελθεῖν ἀπὸ τῆς ὁδοῦ. Καὶ γὰρ ἐγὼ παρὰ τὴν Τρηχῖνα πόλιν ἀπέρχομαι πρὸς Κήϋκα τὸν σὸν πενθε‐ ρὸν, ὃς Τραχῖνος βασιλεύει. Κήϋξ δὲ οὐ μόνον ὄνομα κύριον, ἀλλὰ καὶ ὄρνεον ἔνυδρον. Ἴσως γὰρ κλέπτοντος Κύκνου τὰς | |
5 | εἰς Πυθῶνα θυσίας, ὁ Ἡρακλῆς τῷ Κήϋκι ἀπαγγελεῖν τὸ γι‐ νόμενον ἐδικαίωσεν· ὡς δ’ εὗρε τὸν Κύκνον διεμποδίζοντα, παρέργως τοῦτον ἀπέκτεινεν, ἢ ὅτι καὶ τὸν Κήϋκα πολεμήσων ἀπήρχετο συμβουλευσαμένου Ἀπόλλωνος, εἰ καὶ μὴ ἐμφαίνει τοῦτο Ἡσίοδος. Εἶτα φησίν· εἰ γὰρ κωλύσεις με, οὐ βοηθή‐ | |
10 | σει σοι ὁ Ἄρης ὁ σὸς πατὴρ φονευομένῳ ὑπ’ ἐμοῦ. Καὶ γὰρ λέγω, καὶ ἄλλοτέ ποτε αὐτὸν τὸν Ἄρην ἀπόπειραν λαβεῖν τοῦ ἡμετέρου δουρὸς, ὅτε ἐμαχόμην Νηλεῖ τῷ βασιλεῖ Πύλου, καὶ ὁ Ἄρης ἠναντιώθη μοι, μεγάλως κατ’ ἐμοῦ ὀργιζόμενος· ἐκ τρίτου μὲν τότε τυφθεὶς ὑπ’ ἐμοῦ ἐστηρίχθη ἐν τῇ γῇ, τρωθέν‐ | |
15 | τος τοῦ σάκους αὐτοῦ. Τὸ δὲ τέταρτον ἐν πάσῃ δυνάμει ὁρ‐ μήσας ἐγὼ ἐτραυμάτισα τὸν αὐτοῦ μηρόν· ἔσχισα δὲ καὶ τὸ σάκος· ἔπεσε δὲ εἰς γῆν ἐπὶ πρόσωπον, ὅτε δὴ καὶ ἐφύβριστος ἐν τοῖς θεοῖς γέγονε, καταπονηθεὶς ὑπ’ ἐμοῦ καὶ σκυλευθείς. Di. | |
20 | 350 Τὸ ΠΕΠΟΝ οὐ μόνον τὸν φίλον σημαίνει, ἀπὸ με‐ ταφορᾶς τῶν πεπόνων, οὓς φιλοῦμεν ἐπιπολὺ, ἀλλ’ ἤδη καὶ τὸν κεχαυνωμένον καὶ ἔκλυτον, ὁποῖοι εἰσὶν οἱ ὑπὲρ τὸ μέτριον πεπανθέντες σίκυοι, ἢ ἄπιοι. Ἰστέον γὰρ, ὡς οὐ μόνον τοὺς σικύους φαμὲν πέπονας, ἀλλὰ καὶ τοὺς ἀπίους, καὶ ἄλλους | |
25 | πλείονας καρπούς· καὶ Ὅμηρος ἐξεδέξατο ἐπὶ ταύτῃ τῇ σημα‐ σίᾳ τὸν πέπονα· Ὦ πέπονες Ἀχαιΐδες, οὐκέτ’ Ἀχαιοί. Di. 351 Τὸ ΕΙΜΕΝ ἀπὸ τοῦ ἐμέν· κοινῶς μὲν γὰρ προστί‐ θεται τὸ σʹ, καὶ γίνεται ἐσμέν· ποιητικῶς δὲ τὸ ί, καὶ γίνεται | |
30 | εἰμέν. Di. 352 ΑΛΛΑ ΠΑΡΕΞ. Ὅτι τὸ πάρεξ καὶ τὸ παρὲξ διαφέ‐ ρουσι. Τὸ μὲν γὰρ πάρεξ σημαίνει τὸ ἐκτὸς, καὶ βαρύνεται, καὶ συντάσσεται μετὰ γενικῆς, ἔστι δὲ κοινόν. Τὸ δὲ παρὲξ, οὐ τὸ ἐκτὸς μόνον σημαίνει, ἀλλὰ καὶ τὸ πλησίον, ὡς τὸ ΠΑ‐ | |
35 | ΡΕΞ ἉΛΑ, ἤγουν ἐκτὸς, πλησίον τῆς θαλάσσης, καὶ ὀξύνεται, καὶ συντάσσεται μετὰ αἰτιατικῆς· ἔστι δὲ καὶ ποιητικὸν, ἐν‐ | |
ταῦθα δὲ πάρεξ ἐστί. Di. | 648 | |
649 | 354 Τὸ ΕΙΚΕ ἐνταῦθα τὸ θέλησον σημαίνει· ἔστι γὰρ καὶ εἴκω τὸ θέλω, ἀφ’ οὗ καὶ τὸ ἑκών. Εἰ δὲ μὴ, σημαίνει μὲν τὸ ὑποχώρησον. Λαμβάνεται δὲ ἑτεροσημάντως εἰς τὴν σύν‐ ταξιν, ἤγουν ὅρμησον παρεξιέναι, ὡς καὶ παρ’ Ὁμήρῳ, Βῆ δ’ | |
5 | ἰέναι. Di. 355 ΣΥ Δ’ ΕΥ ΜΑΛΑ ΟΙΣΘΑ. Ὅτι τὸ οἶσθα οὕτω κανονίζεται, εἴδω τὸ γινώσκω, ὁ μέλλων εἴσω, ὁ μέσος παρα‐ κείμενος οἶδα, οἶδας, καὶ κατὰ προσχηματισμὸν οἴδασθα, καὶ κατὰ συγκοπὴν οἶσθα. Di. | |
10 | 360 Τὸ ΠΥΛΟΥ ΗΜΑΘΟΕΝΤΟΣ Ἀττικόν ἐστιν· ἐκεῖ‐ νοι γὰρ τὰ θηλυκὰ ἀποδιδοῦσιν ἀρσενικοῖς, καὶ ἀνάπαλιν. Τοιοῦτόν ἐστιν ἐν Βοιωτίᾳ, τὸ ΚΛΕΙΤΟΣ ἹΠΠΟΔΑΜΕΙΑ καὶ τὸ ΘΗΛΥΣ ΕΕΡΣΗ καὶ παρ’ Εὐριπίδῃ, τὸ ΑΓΓΕΛ‐ ΘΕΙΣΑ ΜΟΙ ΓΕΝΝΑΙΟΣ. Ὤφειλεν οὖν εἰπεῖν ἐνταῦθα | |
15 | ΠΥΛΟΥ ΗΜΑΘΟΕΣΣΗΣ· ἡ Πύλος γάρ ἐστι θηλυκόν. Di. 366 Τὸ ΕΤΥΧΘΗ ἀπὸ τοῦ τύκω, τὸ κατασκευάζω, ἀφ’ οὗ καὶ τυκίον τὸ μυστρίον. Di. 367 ΛΙΠΩΝ ΕΝΑΡΑ ΒΡΟΤΟΕΝΤΑ. Ἔναρα τὰ τῶν φονευθέντων ὅπλα, ἢ καὶ ἐνδύματα, ἀπὸ τοῦ ἐναίρω τὸ φο‐ | |
20 | νεύω. Βροτόεντα δὲ, ἤγουν αἱματώδη· βρότος γὰρ τὸ μετὰ κόνεως αἷμα. Di. 368 Οὕτω (φησὶν) ἔφη ὁ Ἡρακλῆς· ὁ δὲ Κύκνος οὐκ ἐμενοίνα, καὶ ὠρέγετο ἡσυχίας, ὥστε πειθόμενος τῷ Ἡρακλεῖ κατέχειν τοὺς ἕλκοντας τὸ ἅρμα ἵππους· τότε δὴ ἐπήδησαν | |
25 | ταχέως ἐπὶ τὴν γῆν ἀπὸ τῶν δίφρων ὁ Ἡρακλῆς ὁ παῖς τοῦ Διὸς, καὶ ὁ Κύκνος ὁ παῖς τοῦ Ἄρεος· οἱ ἡνίοχοι δὲ ἤγαγον τοὺς ἵππους πλησίον αὐτῶν, τῶν ἵππων δὲ κινουμένων, ἤχει ἡ γῆ, κοπτομένη τοῖς ποσὶν αὐτῶν. Di. Ibid. ΟΥ Δ’ ΑΡΑ ΚΥΚΝΟΣ. Οὐ προεθυμεῖτο αὐτοῖς | |
30 | ἀπολύσαι τῷ Ἡρακλεῖ πειθόμενος. Tz. Ibid. ΕΥΜΜΕΛΙΗΣ. Εὐμελίης δὲ, ὁ καλῶς χρώμενος τῇ μελίᾳ, τουτέστι τῷ δόρατι. Tz. 374 Ὥσπερ δὲ (φησὶν) ὅτε ἀπὸ κορυφῆς ὄρους ἐκπέσωσι πέτραι, πέσωσι δὲ ἐπ’ ἀλλήλαις, ῥήγνυνται δὲ ὑπ’ αὐτῶν κυ‐ | |
35 | λιομένων εὐκόλως πολλαὶ δρῦς, καὶ πεῦκαι καὶ αἴγειροι, ἕως ἂν εἰς τὴν γῆν κατέλθωσιν, οὕτως οὗτοι συνέπεσον ἀλλήλοις, μεγάλως βοῶντες· πᾶσα δὲ ἡ πόλις τῶν Μυρμιδόνων, ἣ νῦν | |
λέγεται Φάρσαλα, καὶ ἡ Ἰαωλκὸς, καὶ ἡ Ἄρνη, καὶ ἡ Ἑλίκη, | 649 | |
650 | καὶ ἡ Ἄνθεια, πόλεις δὲ καὶ αὗται Θετταλίας, ἤχουν μεγάλως ὑπὸ τῇ φωνῇ ἀμφοτέρων. Οἱ δὲ συνῆλθον ἀλλήλοις θεσπέ‐ σιον καὶ μέγα ἀλαλάξαντες· ὁ Ζεὺς δὲ μεγάλως ἐκτύπησε βρον‐ τήσας, καὶ κατέβαλεν ἀπὸ τοῦ οὐρανοῦ δρόσους αἱματηρὰς, | |
5 | σημεῖον τιθεὶς τοῦ πολέμου τῷ ἰδίῳ παιδὶ Ἡρακλεῖ. Di. 384 ΚΑΔ’ Δ’ ΑΡ ΑΠ’ ΟΥΡΑΝΟΘΕΝ. Ὅμηρος μὲν ἐπὶ Σαρπηδόνος μέλλοντος τελευτᾷν, εὐλόγως ποιεῖται τὰς αἱματοέσσας ψιάδας φερομένας, οὗτος δὲ Ἡρακλέους νικῶν‐ τος. Tz. | |
10 | 386 Ὥσπερ δὲ (φησὶ) κάπρος χαυλιόδους καὶ κεχαλασμέ‐ νους ἔχων ὀδόντας, χαλεπὸς θεάσασθαι αὐτὸν, φέρεται ἐν τοῖς ὄρεσιν ἐν θυμῷ, ὥστε μαχέσασθαι ἀνδράσι κυνηγέταις, καὶ θήγει τὸν ὀδόντα πλάγιος φερόμενος· περὶ τὸ στόμα δὲ αὐτοῦ στάζει ἀφρὸς, οἱ ὀφθαλμοὶ δὲ αὐτοῦ πυρί εἰσιν ὅμοιοι, ἵστησι | |
15 | δὲ τὰς τρίχας ὀρθὰς ἐν τῷ τραχήλῳ αὐτοῦ· οὕτω καὶ Ἡρακλῆς ἀνεπήδησεν ἐπὶ τοῦ ἅρματος ὅμοιος τούτῳ. Di. 387 ΚΑΠΡΟΣ ΧΑΥΛΙΟΔΩΝ. Ἐπίθετον, ὡς καρχαρό‐ δους. Ἐνταῦθα δὲ ἐπεὶ κεχαλασμένους ἔχει φανερῶς τοὺς ὀδόντας· ἢ κατὰ ἐναλλαγὴν τοῦ ρ εἰς λ, οἷον χαράσσων τοὺς | |
20 | ὀδόντας, καὶ τραχύνων. Tz. 393 Ὅτε δὲ (φησὶν) ὁ μελανόπτερος καὶ ἠχητικὸς τέττιξ ἐν χλωρῷ κλάδῳ ἐπικαθήμενος ἄρχεται ᾄδειν καὶ προμηνύειν τοῖς ἀνθρώποις τὸ θέρος, ᾧ τινι τέττιγι βρῶσις καὶ πόσις ἐστὶν ἡ ἁπαλὴ δρόσος· τοῦτο γὰρ τὸ ΘΗΛΥΣ ΕΕΡΣΗ· ὃς ἐκ | |
25 | πρωΐας δι’ ὅλης τῆς ἡμέρας ᾄδει ἐν κόπῳ χαλεπῷ, ὅτε καὶ ὁ ἥλιος καίει τὸ σῶμα αὐτοῦ, ὅτε δὴ καὶ οἱ κέγχροι ἄρχονται ἀνθέρικας ποιεῖν, ἤγουν στάχυας, οὓς ἐν θέρει σπείρουσιν. Ὅτε καὶ οἱ ἄωροι βότρυες ἄρχονται ποικίλλεσθαι, ἤγουν πε‐ παίνεσθαι· τὰ δῶρα λέγω τοῦ Διονύσου, ἃ δέδωκε τοῖς ἀν‐ | |
30 | δράσι χαρὰν καὶ ἄχθος. Ἄχθος μὲν, διὰ τὸν εἰς τὴν ἐργασίαν τῶν ἀμπέλων μόχθον, χαρὰν δὲ, διὰ τὴν εὐφροσύνην, τὴν ἐκ τοῦ οἴνου. Κατὰ τὴν ὥραν ταύτην, ἡνίκα ταῦτα γίνεται, ἐμά‐ χοντο ὅ τε Ἡρακλῆς καὶ ὁ Κύκνος. Ἠγείρετο δὲ πολὺς κτύ‐ πος τούτων μαχομένων. Di. | |
35 | Ibid. ΙΔΕΙ ΕΝ ΑΙΝΟΤΑΤΩι. Τὸν καιρὸν λέγει τῆς μάχης. Ἴδει ἐν αἰνοτάτῳ, ἐν τῷ θέρει τῷ καυματώδει, ὅτε τὰ σώματα ἔδονται καὶ κατεσθίονται τοῖς ἱδρῶσι, παρὰ τὸ ἰδεῖν, | |
ὅ ἐστι ἱδροῦν. Καὶ Ὅμηρος, | 650 | |
651 | Ἴδει αἰνοτάτῳ. Tz. 398 ΠΕΡΙΓΛΩΧΕΣ. Αἱ γωνίαι τοῦ στάχυος, περιφρα‐ στικῶς δὲ τὸν στάχυν. Δηλοῖ δὲ τὰ φύλλα τοῦ κέγχρου. Εἰς ἀνάπαυσιν δὲ τῆς γῆς τοὺς κέγχρους σπείρουσιν. Ἐν θέρει δὲ | |
5 | οἱ κέγχροι, καὶ ἀπὸ τοῦ θέρους σπείρονται, ὅταν ἄρχωνται περκάζειν οἱ βότρυες. Tz. 402 Ὥσπερ δὲ (φησὶ) δύο λέοντες ἕνεκα ἐλάφου φονευ‐ θείσης ὁρμῶσιν ἐπ’ ἀλλήλοις ὀργιζόμενοι, κτύπος δὲ χαλεπὸς γίνεται αὐτῶν, καὶ πλῆξις τῶν ὀδόντων· οἱ δὲ ὥσπερ ἀετοὶ | |
10 | γαμψώνυχες καὶ ἀγκυλοχεῖλαι (ἐπικαμπεῖς γὰρ οἱ ὄνυχες καὶ τὰ ῥάμφη τῶν ἀετῶν) μάχονται ἐπὶ ὑψηλῇ πέτρᾳ, μεγάλως ἠχοῦντες, ἕνεκα αἰγὸς ἀγρίας, ἢ ἐλάφου πίονος, ἣν ἐδάμασε καὶ ἀπέκτεινε βαλὼν ἐν βέλει ἀπὸ τόξου ἀνὴρ νέος· αὐτὸς δὲ πλανᾶται ἀλλαχοῦ, ἀμαθὴς ὢν τοῦ τόπου, οἱ δὲ ἀετοὶ ταχέως | |
15 | ἐνόησαν, καὶ ὁρμήσαντες μάχην ἐποιήσαντο χαλεπὴν περὶ αὐτῆς· οὕτως οὗτοι ὥρμησαν ἐν ἀλλήλοις μετὰ βοῆς. Di. 408 ΑΙΖΗΙΟΣ ΑΝΗΡ. Αἰζηὸς κυρίως ὁ νεανίας. Νῦν δὲ τὸν τέλειον ἄνδρα φησὶ, ἤτοι τὸν ἀνδρεῖον. Ἑπτὰ δέ εἰσιν, κατὰ ἀστρονόμους, αἱ τοῦ ἀνθρώπου ἡλικίαι· βρέφος ἀπὸ γεν‐ | |
20 | νήσεως, μέχρι δ ἐτῶν, ἀναλογεῖ δὲ τῇ σελήνῃ. Εἶτα παιδίον, μέχρι δεκαετίας, ἀναλογεῖ δὲ Ἑρμῇ. Μείραξ, ἀπὸ δεκαετίας μέχρι τῶν ιη· ἀναλογεῖ δὲ Ἀφροδίτῃ. Ἀπὸ ιθ ἐτῶν μέχρι τῶν λζ, νεανίας· ἀναλογεῖ δὲ τῷ Ἡλίῳ. Ἀπὸ λη, μέχρι νβ, ἀνήρ· ἀναλογεῖ δὲ Ἄρει. Ἀπὸ νγ, ἕως ξδ, πρεσβύτης· ἀναλογεῖ | |
25 | δὲ Διΐ· γέρων, ἐπ’ αὐτῶν μέχρι ζωῆς ἐσχάτης· ἀναλογεῖ δὲ τῷ ψυχρῷ τότε Κρόνῳ. Tz. 409 ΑΥΤΟΣ Δ’ ΑΠΑΛΗΣΕΤΑΙ ΑΛΛΗ. Αὐτὸς δὲ (φησὶ) ὁ βάλλων ἄλλῃ ἀναχωρήσει, μὴ εἰδὼς τὸν τόπον ὅπου ἔπεσεν. Οἱ δὲ αἰγυπιοὶ ταχέως αὐτὸν εἶδον. Tz. | |
30 | 413 Τότε δὲ (φησὶν) ὁ Κύκνος μὲν προθυμούμενος φο‐ νεῦσαι τὸν Ἡρακλέα, τὸν υἱὸν τοῦ ἰσχυροῦ Διὸς, ἔῤῥιψε δόρυ ἐν τῇ ἀσπίδι αὐτοῦ· οὐδὲ ἔσχισε τὸν θώρακα· ἐφύλασσε γὰρ | |
αὐτὸν τὸν Ἡρακλέα τὰ δῶρα τοῦ Ἡφαίστου· ὁ δὲ υἱὸς τοῦ | 651 | |
652 | Ἀμφιτρύωνος ὁ Ἡρακλῆς μέσον τῆς περικεφαλαίας καὶ τῆς ἀσπίδος, ὑποκάτω τοῦ γενείου, ἔτυψε ταχέως καὶ ἰσχυρῶς τὸν αὐχένα ἐκείνου γυμνωθέντα, ἐν δόρατι, καὶ ἔκοψεν ἀμφοτέρους τοὺς τένοντας, ἤτοι τὰ τοῦ τραχήλου νεῦρα, τὸ ἀνδροφόνον | |
5 | δόρυ. Κατεβλήθη δὲ ἡ μεγάλη ἰσχὺς τοῦ ἀνδρὸς, ἤγουν τοῦ Κύκνου. Κατέπεσε γὰρ, ὥσπερ καταπίπτει δρῦς, ἢ πέτρα ὑψηλὴ πληγεῖσα κεραυνῷ καυστικῷ τοῦ Διός· οὕτω κατέπεσεν ὁ Κύκνος· περὶ αὐτὸν δὲ ἤχησε τὰ ὅπλα αὐτοῦ τὰ κεκαλλωπισ‐ μένα ἐν χαλκῷ. Di. | |
10 | 415 ΟΥΔ’ ΕΡΡΗΞΕΝ ΧΑΛΚΟΝ. Σέλευκος γράφει ΧΑΛΚΟΣ ἵν’ ᾖ ἐπὶ τοῦ δόρατος. Ἡ γὰρ ἀσπὶς οὐκ ἐπεποίητο ἀπὸ χαλκοῦ. Tz. 424 Τοῦτον μὲν (φησὶν) ἔπειτα ἀφῆκεν ὁ καρτερικὸς υἱὸς τοῦ Διὸς Ἡρακλῆς, ἐπιτηρήσας τὸν βροτολοιγὸν Ἄρην | |
15 | ἐπιόντα, καὶ ἐπ’ αὐτὸν ἐρχόμενον, καταπληκτικὸν ὁρῶν τοῖς ὀφθαλμοῖς, ὥσπερ λέων ὁρᾷ δηλονότι ἐγκύρσας σώματι, ἤγουν ἐντυχὼν, ὅστις λέων ἐπιμελῶς ὅτι τάχιστα σχίσας τὸ δέρμα τοῦ σώματος ἐκείνου τοῖς ἰσχυροῖς ὄνυξιν αὐτοῦ, ἐκόρεσε τὴν ψυχὴν αὐτοῦ, πίμπλαται δὲ ἄρα καὶ ἡ ψυχὴ αὐτοῦ εἰς κόρον. | |
20 | Βλέπων δὲ τοῖς ὀφθαλμοῖς φοβερὸν, καὶ τὰς πλευρὰς καὶ τοὺς ἐκείνου τοῦ σώματος ὤμους τῇ οὐρᾷ μαστίζων, ὀρύσσει τοῖς ποσίν· οὐδέ τις αὐτὸν ἰδὼν ὑπέμεινεν ἐξ ἐναντίας πλησίον αὐτοῦ ἐλθεῖν, οὐδὲ μάχεσθαι. Τοιοῦτος ἄρα ἔστιν ἐναντίος τοῦ Ἄρεος ὁ Ἀμφιτρυωνιάδης Ἡρακλῆς, ὁ μὴ κόρον λαμβά‐ | |
25 | νων τῆς τοῦ πολέμου φωνῆς, ἐν τῇ ψυχῇ αὐτοῦ θάρσος αὔξων ὁρμητικῶς. Οὗτος δὲ πλησίον τοῦ Ἄρεος ἦλθε λυπούμενος τὴν ψυχήν· ἀμφότεροι δὲ βοήσαντες ἐπ’ ἀλλήλους ὥρμησαν. Di. 437 Ὥσπερ δὲ (φησὶν) ὅτε ἀπὸ ἐξοχῆς μεγάλου ὄρους | |
30 | ὁρμήσῃ πέτρα, κυλίεται μακρὰ πηδῶσα· ὁ κτύπος δὲ ἔρχεται βοῶν· τὸ δὲ ὄρος ἀντήχησε τὸ ὑψηλὸν, ᾧ τινι δὴ ὄρει συγκα‐ τέρχεται, ἔνθα κωλύσει ταύτην. Τόσῃ βοῇ, ὁ μὲν Ἄρης ὁ ὀλέθριος κράζων ὥρμησεν, ὁ δὲ Ἡρακλῆς ἰσχυρῶς ὑπεδέξατο αὐτόν. Di. | |
35 | 443 Ἡ Ἀθηνᾶ δὲ (φησὶν) ἡ θυγάτηρ τοῦ Διὸς, ἐναντία ἦλθε τοῦ Ἄρεος, ἔχουσα τὴν στιβαρὴν αἰγίδα, ἤγουν τὸ δέρμα τῆς Ἀμαλθείας αἰγός. Δεινὸν δὲ ἰδοῦσα λόγους ταχεῖς πρὸς | |
αὐτὸν εἶπεν· ὦ Ἄρες, κώλυσον τὴν ἰσχυράν σου ὁρμὴν, καὶ | 652 | |
653 | τὰς ἀπροσπελάστους χεῖρας· οὐ γάρ ἐστι δίκαιον ἀποδῦσαι σὲ τὸν Ἡρακλέα τὰ ἔνδοξα αὐτοῦ ὅπλα, κτείναντα τὸν ἀνδρειότα‐ τον υἱὸν τοῦ Διός· ἀλλ’ ἄγε παῦσον τῆς μάχης, μὴ δὲ ἵστασο ἐμοῦ ἐναντίος. Di. | |
5 | 450 Οὕτως ἔφη (φησὶν) ἡ Ἀθηνᾶ, ἀλλ’ οὐκ ἔπειθε τὴν ψυχὴν τοῦ Ἄρεος· ἀλλὰ μεγάλως βοῶν κινήσας τὰ ὅπλα αὐ‐ τοῦ τὰ τῷ πυρὶ ὅμοια, ταχέως ἐπὶ τὸν Ἡρακλέα ὥρμησε, προθυμούμενος κατακτεῖναι αὐτόν. Καὶ δὴ σπουδαίως ἔῤῥι‐ ψεν ἐπὶ τῇ ἀσπίδι αὐτοῦ δόρυ σιδηροῦν, ὀργιζόμενος ἕνεκα | |
10 | τοῦ ἰδίου παιδὸς Κύκνου τεθνεῶτος· ἡ δὲ Ἀθηνᾶ ἡ γλαυκὰς ἔχουσα τὰς ὦπας, ἀπέστρεψε τὴν ὁρμὴν τοῦ δόρατος, κινήσασα ἑαυτὴν ἀπὸ τοῦ ἅρματος· σφοδρὰ δὲ λύπη ἔλαβε τὸν Ἄρην. Κινήσας δὲ δόρυ ὀξὺ, ὥρμησεν ἐπὶ τὸν Ἡρακλέα τὸν γενναιό‐ φρονα. Ὁ Ἡρακλῆς δὲ, ὁ μὴ κόρον λαμβάνων τῆς τοῦ πολέ‐ | |
15 | μου φωνῆς, ἔτρωσεν ἰσχυρῶς τὸν Ἄρην ἐπελθόντα κατὰ τὸν μηρὸν, γυμνωθέντα τοῦ ποικίλου σάκους, ἤγουν τῆς ἀσπίδος. Ἔπληξε δὲ τὴν ἀσπίδα διαῤῥήξας ἐν δόρατι, κινήσας τοῦτο. Κατέβαλε δὲ αὐτὸν ἐπὶ τὴν γῆν. Ὁ Δεῖμος δὲ καὶ ὁ Φόβος (προσωποποιεῖ γὰρ αὐτοὺς) ἔφερον αὐτῷ ἐγγὺς ταχέως τὸ ταχὺ | |
20 | ἅρμα, καὶ τοὺς ἵππους, καὶ ἀνεβίβασαν αὐτὸν ἀπὸ τῆς γῆς εἰς τὸν δίφρον τὸν ποικίλον. Ταχέως δὲ πάλιν ἐμάστιξαν τοὺς ἵππους, καὶ ἀφίκοντο εἰς τὸν μέγαν οὐρανόν. Di. 456 ΕΓΧΕΟΣ ὉΡΜΗΝ ΕΤΡΑΠ’. Ἐκτείνασα τὴν χεῖρα. Tz. | |
25 | 467 Ὁ υἱὸς δὲ (φησὶ) τῆς Ἀλκμήνης Ἡρακλῆς, καὶ ὁ ἔν‐ δοξος Ἰόλαος σκυλεύσαντες τὸν Κύκνον, ἤγουν ἀποδύσαντες αὐτὸν τὰ καλὰ ὅπλα, ἐπορεύοντο. Ταχέως δὲ ἀφίκοντο εἰς τὴν Τραχῖνα πόλιν, σὺν τοῖς ἵπποις τοῖς ταχέσιν. Ἡ δὲ Ἀθη‐ νᾶ ἀφίκετο εἰς τὸν μέγαν οὐρανὸν καὶ τὰ δώματα τοῦ Διὸς | |
30 | τοῦ πατρὸς αὐτοῦ. Τὸν Κύκνον δὲ ἔθαπτεν ὁ Κήϋξ, καὶ ὁ λαὸς ὁ πολὺς, οἵ τινες κατῴκουν τῆς πόλεως τῆς Τραχῖνος πλησίον, ἥτις ἦν τοῦ ἐνδόξου βασιλέως Κήϋκος· ἀλλὰ δὴ καὶ οἱ τὴν Ἄνθην κατοικοῦντες, καὶ τὴν πόλιν τῶν Μυρμιδόνων, καὶ τὴν Ἰαωλκὸν, καὶ τὴν Ἄρνην, καὶ τὴν Ἑλίκην. Πολὺς | |
35 | δὲ λαὸς ἠγείρετο, τιμῶντες τὸν Κήϋκα, τὸν φίλον τῶν ἀθανά‐ των θεῶν. Τούτου δὲ τὸν τάφον ἀφανῆ ἐποίησεν ὁ Ἄναυρος ποταμὸς, πλησθεὶς χειμερίου ὄμβρου· οὕτω γὰρ ὁ Ἀπόλλων | |
ἠνίξατο καὶ ἐμαντεύσατο, ὅτι δὴ ἐπιτηρῶν ἔκλεπτε βιαίως τὰς | 653 | |
654 | ἐνδόξους θυσίας καὶ τὰ ἀναθήματα, ἅπερ ἂν ἔφερέ τις ἐν Πυ‐ θίᾳ, ἐν τῷ αὐτοῦ δηλονότι ἱερῷ. Di. 477 ΑΙΔΕΣ ΠΟΙΗΣΕ. Ἀντὶ τοῦ ἀφανές· ἵνα δείξῃ, ὅτι καὶ οἱ τάφοι ἀφανίζονται τῶν ἀδίκων. Tz. | |
5 | 478 ΤΩΣ ΓΑΡ ΜΙΝ ΑΠΟΛΛΩΝ. Οὕτως γὰρ ἐκέλευ‐ σεν ὁ Ἀπόλλων, ἐπειδὴ τοὺς φέροντας τὰς θυσίας ἐσκύλευεν. Ἄναυρος, ποταμὸς Θεσσαλίας. Καλοῦσι δὲ καὶ ἀναύρους τοὺς | |
χειμάῤῥους. Tz. | 654 |